Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 229

[229] οἱ δὲ τῆς ἑαυτῶν εὐγενείας ὑπομνησθέντες καὶ φραξάμενοι δυνατωτέρᾳ χειρὶ μάλα καταφρονητικῶς ᾔεσαν ὡς αὐτοβοεὶ περιεσόμενοι καὶ συμπλακέντες τοὺς μὲν εὐθὺς εἰς φυγὴν ἀνεσκέδασαν, τοὺς δὲ ἐπιστροφάδην κτείνοντες ἡβηδὸν διαφθείρουσιν, αἰχμαλώτων δὲ πολὺν ὄχλον ἀγαγόντες μετὰ τῆς ἄλλης λείας διενέμοντο· προσαπάγουσι μέντοι καὶ τοῦ σοφοῦ τὸν ἀδελφιδοῦν εἰς μίαν τῆς πενταπόλεως οὐκ ἐκ πολλοῦ μετῳκηκότα.