[227] πάνυ γὰρ οὔσης εὐδαίμονος πέντε βασιλεῖς ἐπεκράτουν τάς τε πόλεις καὶ τὴν γῆν δασάμενοι πολλὴν μὲν οὐκ οὖσαν, εὔσταχυν δὲ καὶ εὔδενδρον καὶ καρπῶν περίπλεων· ὃ γὰρ ταῖς ἄλλαις τὸ μέγεθος, τοῦθ’ ἡ ἀρετὴ Σοδόμοις παρέσχεν, ὅθεν καὶ πλείους ἐραστὰς ἔσχεν ἡγεμόνας τὸ κάλλος αὐτῆς καταπλαγέντας.