Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 221

[221] προστάται δὲ καὶ ἐπιμεληταὶ τούτων ἑκατέρων εἰσί τινες οἷα θρεμμάτων ποιμένες, τῶν μὲν ἐκτὸς οἱ φιλοχρήματοι καὶ φιλόδοξοι καὶ στρατηγιῶντες καὶ ὅσοι τὴν ἐπὶ τοῖς πλήθεσι δυναστείαν ἀγαπῶσι, τῶν δὲ περὶ ψυχὴν ὅσοι φιλόκαλοι καὶ φιλάρετοι, μὴ τὰ νόθα πρὸ τῶν γνησίων ἀλλὰ τὰ γνήσια πρὸ τῶν νόθων ἀγαθὰ αἱρούμενοι.