[209] πολυάργυρος καὶ πολύχρυσος ἐν τοῖς μάλιστα ὢν καὶ θρεμμάτων πολυζῴους ἔχων ἀγέλας καὶ τῶν ἐγχωρίων καὶ αὐτοχθόνων τοῖς ἱκανὰ κεκτημένοις ἐν τῷ περιουσιάζειν ἁμιλλώμενος καὶ πλουσιώτερος γεγονὼς ἢ κατὰ μέτοικον ὑπ’ οὐδενὸς ἐμέμφθη τῶν ὑποδεξαμένων, ἀλλ’ ὑπὸ πάντων τῶν εἰς πεῖραν ἐλθόντων ἐπαινούμενος διετέλεσεν.