[205] μηδεὶς δ’ ὑπολαβέτω τὴν ἄκρατον καὶ ἀμιγῆ λύπης χαρὰν ἀπ’ οὐρανοῦ καταβαίνειν ἐπὶ τὴν γῆν, ἀλλὰ [M.30] κέκραται ἐξ ἀμφοῖν, περιττεύοντος τοῦ κρείττονος· ὅνπερ τρόπον καὶ τὸ φῶς ἐν οὐρανῷ μὲν ἄκρατον καὶ ἀμιγὲς σκότους ἐστίν, ἐν δὲ τοῖς ὑπὸ σελήνην ἀέρι ζοφερῷ κεκραμένον φαίνεται.