Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 201

[201] ἔστι δὲ τοιάδε· ὁ μελλήσας σφαγιάζεσθαι [53] καλεῖται Χαλδαϊστὶ μὲν Ἰσαάκ, Ἑλληνιστὶ δὲ μεταληφθέντος τοῦ ὀνόματος „γέλως“· γέλως δ’ οὐχ ὁ κατὰ παιδιὰν ἐγγινόμενος σώματι παραλαμβάνεται τὰ νῦν, ἀλλ’ ἡ κατὰ διάνοιαν εὐπάθεια καὶ χαρά.