[195] προσῆν δέ τι καὶ βιαστικώτατον φίλτρον, τὸ μὴ καθ’ ἡλικίαν ἀλλ’ ἐν γήρᾳ γεγεννηκέναι τὸν παῖδα· τοῖς γὰρ ὀψιγόνοις ἐπιμεμήνασί πως οἱ τοκεῖς, ἢ τῷ μακρὸν ἐπιποθῆσαι χρόνον τὴν γένεσιν αὐτῶν ἢ τῷ μηκέθ’ ἑτέρους ἐλπίζειν ἔσεσθαι, τῆς φύσεως ἐνταῦθα ἱσταμένης ὡς ἐπὶ τελευταῖον καὶ ὕστατον ὅρον.