[191] δοκῇ μάρτυρας ἐπαγόμενος ὧν εὐσέβει; [cap.35] στόμασιν οὖν ἀχαλίνοις καὶ κακηγόροις θύρας ἐπιθέντες μετριαζέτωσαν τὸν ἐν αὑτοῖς [51] μισόκαλον φθόνον καὶ ἀρετὰς ἀνδρῶν εὖ βεβιωκότων μὴ σινέσθωσαν, ἃς ἁρμόττον ἦν εὐφημίᾳ συνεπικοσμεῖν. ὅτι δὲ τῷ ὄντι ἐπαινετὴ καὶ ἀξιέραστος ἡ πρᾶξις, ἐκ πολλῶν εὐμαρὲς ἰδεῖν.