[183] ταῦτα μὲν εἰκότως ἄν τις τῆς εὐτολμίας θαυμάσειεν ἐκ πολλοῦ τοῦ περιόντος καταφρονητικῶς ἔχοντα θανάτου καὶ ὡς ἐπ’ ἀθανασίαν αὐτὸν ἱέμενα καὶ ἀπνευστὶ θέοντα· [cap.34] τὸν δὲ τί προσῆκεν ἐπαινεῖν ὡς ἐγχειρητὴν κεκαινουργημένης πράξεως, ἣν καὶ ἰδιῶται καὶ βασιλεῖς καὶ ὅλα ἔθνη δρῶσιν ἐν καιροῖς;