Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 179

[179] πολλοὺς γὰρ καὶ ἄλλους φασὶ τῶν πάνυ φιλοικείων καὶ φιλοτέκνων ἐπιδοῦναι τοὺς ἑαυτῶν παῖδας, τοὺς μὲν ὑπὲρ πατρίδων σφαγιασθησομένους, λυτήρια ἢ πολέμων ἢ αὐχμῶν ἢ ἐπομβρίας ἢ νοσημάτων λοιμικῶν γενησομένους, τοὺς δ’ ὑπὲρ νενομισμένης εὐσεβείας, εἰ καὶ μὴ πρὸς ἀλήθειαν οὔσης·