[176] καὶ ταῦθ’ ἅμα λέγων ᾗ τάχιστα τὸν υἱὸν ἐξαρπάσας ἐπιτίθησι τῷ βωμῷ καὶ σπασάμενος τῇ δεξιᾷ τὸ ξίφος ἐπέφερεν ὡς ἀναιρήσων· φθάνει δ’ ὁ σωτὴρ θεὸς ἀπ’ ἀέρος φωνῇ μεσολαβήσας τὸ ἔργον, ᾗ προσέταττεν ἀνέχειν καὶ μὴ ψαῦσαι τοῦ παιδός, ὀνομαστὶ καλέσας δὶς τὸν πατέρα, ἵν’ ἐπιστρέψας καὶ ἀντισπάσας διακωλύσῃ