[171] τὸν δὲ προσταχθέντα χῶρον ὥσπερ ἀπὸ σκοπιᾶς ἰδὼν ἐκ μακροῦ τοῖς μὲν θεράπουσι κελεύει καταμένειν, τῷ δὲ παιδὶ πῦρ καὶ ξύλα δίδωσι κομίζειν, αὐτὸ δικαιώσας τὸ ἱερεῖον τὰ πρὸς τὴν θυσίαν ἐπηχθίσθαι, κουφότατον βάρος· οὐδὲν γὰρ εὐσεβείας ἀπονώτερον.