Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 168

[168] υἱὸς ἐκ τῆς γαμετῆς γίνεται τῷ σοφῷ γνήσιος, ἀγαπητὸς καὶ μόνος, τό τε σῶμα κάλλιστος καὶ τὴν ψυχὴν ἄριστος· ἤδη γὰρ τελειοτέρας τῆς ἡλικίας ἐξέφαινεν ἀρετάς, ὡς τὸν πατέρα μὴ πάθει μόνον εὐνοίας φυσικῆς ἀλλὰ καὶ γνώμῃ καθάπερ ἠθῶν δικαστὴν ἰσχυρᾷ τινι κεχρῆσθαι φιλοστοργίᾳ.