Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 153

[153] καὶ προσιόντι μὲν φίλῳ προευαγγελίζεται τὸ τῆς εὐνοίας πάθος εὐδίῳ καὶ γαληνῷ βλέμματι, εἰ δ’ ἐχθρὸς τύχοι, τὸ δυσάρεστον τῆς ψυχῆς πάθος προμηνύει· καὶ θρασύτητι μὲν προπηδῶσι καὶ προεκτρέχουσιν ὀφθαλμοί, αἰδοῖ δὲ πρᾴως ἠρεμοῦσι· [καὶ] ὡς συνελόντι φράσαι. ψυχῆς εἰκόνα δεδημιουργῆσθαι τὴν ὅρασιν ἀκρότητι τέχνης εὖ μεμιμημένης ἐναργὲς ἐμφαίνουσαν εἴδωλον οἷα διὰ κατόπτρου τὴν φύσιν ὁρατὴν ἐξ αὑτῆς οὐκ ἐχούσης.