Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 141

[141] πίστις δὲ σαφεστάτη τὰ ὁρώμενα· τοῦ γὰρ συμβεβηκότος πάθους μνημεῖόν ἐστιν ὅ τε ἀναδιδόμενος ἀεὶ καπνὸς καὶ ὃ μεταλλεύουσι [36] [37] θεῖον· τῆς δὲ περὶ τὴν χώραν παλαιᾶς εὐδαιμονίας ἐναργέστατον ὑπολείπεται δεῖγμα πόλις μία τῶν ὁμόρων καὶ ἡ ἐν κύκλῳ γῆ, πολυάνθρωπος μὲν ἡ πόλις, εὔχορτος δὲ καὶ εὔσταχυς καὶ συνόλως καρποφόρος ἡ γῆ, πρὸς ἔλεγχον δίκης γνώμῃ θείᾳ δικασθείσης.