Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 138

[138] ὕδατος ἀλλὰ πυρὸς ὕειν· ἀθρόας δὲ νιφούσης ἀδιαστάτῳ καὶ ἀπαύστῳ ῥύμῃ φλογός, ἐκαίοντο μὲν ἀγροὶ καὶ λειμῶνες καὶ λάσια ἄλση καὶ ἕλη δασύτατα καὶ δρυμοὶ βαθεῖς, ἐκαίετο δ’ ἡ πεδιὰς καὶ ὁ τοῦ σίτου καὶ τῶν ἄλλων σπαρτῶν ἅπας καρπός, ἐκαίετο δὲ καὶ τῆς ὀρεινῆς ἡ δενδροφόρος, στελεχῶν ῥίζαις αὐταῖς ἐμπιπραμένων·