[134] αἴτιον δὲ τῆς περὶ τὸ ἀκολασταίνειν ἀμετρίας ἐγένετο τοῖς οἰκήτορσιν ἡ τῶν χορηγιῶν ἐπάλληλος ἀφθονία· βαθύγειος [32] [33] γὰρ καὶ εὔυδρος οὖσα ἡ χώρα παντοίων ἀνὰ πᾶν ἔτος εὐφορίᾳ καρπῶν ἐχρῆτο· „μεγίστη δ’ ἀρχὴ κακῶν“ ὡς εἶπέ τις οὐκ ἀπὸ σκοποῦ „τὰ λίαν ἀγαθά.“