Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 125

[125] τὰ μὲν οὖν ἄριστα τῶν ἠθῶν τὸν καθ’ αὑτὸν ἄνευ τινὸς ὄντα θεραπεύει πρὸς μηδενὸς ἑτέρου μεθελκόμενα, τῷ τετάσθαι μοναδικῶς πρὸς τὴν ἑνὸς τιμήν· τῶν δ’ ἄλλων τὰ μὲν διὰ τῆς εὐεργέτιδος συνίσταται καὶ γνωρίζεται δυνάμεως τῷ πατρί, τὰ δὲ διὰ τῆς βασιλικῆς.