Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 108

[108] πληρωθεὶς δὲ τὴν ψυχὴν χαρᾶς πάντ’ ἐσπούδαζεν εἰς τὸ ἀνυπέρθετον τῆς ὑποδοχῆς καὶ τῇ μὲν γυναικί φησι „σπεῦσον καὶ τρία μέτρα ποίησον ἐγκρυφιῶν,“ αὐτὸς δὲ εἰς τὰ βουκόλια συντείνας, ἁπαλὸν καὶ εὔσαρκον ἀγαγὼν μόσχον, οἰκέτῃ παραδίδωσιν.