[105] μίαν γὰρ ἀμήχανον ψυχὴν κατοικεῖν δύο τὰς ἐχθρὰς φύσεις, κακίαν καὶ ἀρετήν· οὗ χάριν, ἐπειδὰν συνενεχθῶσιν, ἀσύμβατοι καὶ ἀκατάλλακτοι στάσεις καὶ πόλεμοι συγκροτοῦνται, καίτοι τῆς ἀρετῆς εἰρηνικωτάτην φύσιν ἐχούσης, ᾗ φασιν ἐπιμελὲς εἶναι, ὅταν εἰς χειρῶν ἅμιλλαν ἰέναι μέλλῃ, τῆς ἰδίας δυνάμεως ἀποπειρᾶσθαι [25] πρότερον, ἵν’, εἰ μὲν ἰσχύοι καταγωνίσασθαι, συνιστῆται, εἰ δ’ ἀσθενεστέρᾳ χρῷτο τῇ δυνάμει, μηδὲ συγκαταβῆναι τὴν ἀρχὴν εἰς τὸν ἀγῶνα θαρρήσῃ·