Capítulo 15
Διὰ παντός γέ τοι τοῦ κατὰ τὸν διωγμὸν δεκαέτους χρόνου τῶν εἰς ἐπιβουλὴν καὶ πόλεμον τὸν κατ’ ἀλλήλων οὐδὲν αὐτοὺς διαλέλοιπεν. ἄπλωτα μὲν τὰ κατὰ θάλατταν ἦν οὐδ’ ἐξῆν ποθεν καταπλεύσαντας μὴ οὐχὶ πάσαις αἰκίαις ὑπάγεσθαι στρεβλουμένους καὶ τὰς πλευρὰς καταξαινομένους βασάνοις τε παντοίαις, μὴ ἄρα παρὰ τῶν δι’ ἐναντίας ἐχθρῶν ἥκοιεν, ἀνακρινομένους καὶ τέλος σταυροῖς ἢ τῇ διὰ πυρὸς ὑπαγομένους κολάσει·
ἀσπίδων ἐπὶ τούτοις καὶ θωρήκων παρασκευαὶ βελῶν τε καὶ δοράτων καὶ τῆς ἄλλης πολεμικῆς παρατάξεως ἑτοιμασίαι τριήρων τε καὶ τῶν κατὰ ναυμαχίαν ὅπλων κατὰ πάντα συνεκροτοῦντο τόπον οὐδ’ ἦν ἄλλο τι παντί τῳ προσδοκᾶν ἢ πολέμων κατὰ πᾶσαν ἔφοδον ἡμέραν. τούτοις καὶ ὁ μετὰ ταῦτα λιμός τε καὶ λοιμὸς ἐγκατασκήπτει, περὶ ὧν κατὰ καιρὸν ἱστορήσομεν τὰ δέοντα.