Pular para o conteúdo

Ἐκκλησιαστικὴ ἱστορία

Eusebius of Caesarea · Livro 7

Livro 7

Capítulo arg

Α Περὶ τῆς Δεκίου καὶ Γάλλου κακοτροπίας.

Β Οἱ κατὰ τούσδε Ῥωμαίων ἐπίσκοποι.

Γ Ὅπως Κυπριανὸς ἅμα τοῖς κατ’ αὐτὸν ἐπισκόποις τοὺς ἐξ αἱρετικῆς πλάνης ἐπιστρέφοντας λουτρῷ δεῖν καθαίρειν πρῶτος ἐδογμάτισεν.

Δ Ὁπόσας περὶ τούτου Διονύσιος συνέταξεν ἐπιστολάς.

Ε Περὶ τῆς μετὰ τὸν διωγμὸν εἰρήνης.

Σ Περὶ τῆς κατὰ Σαβέλλιον αἱρέσεως.

Ζ Περὶ τῆς τῶν αἱρετικῶν παμμιάρου πλάνης καὶ τῆς θεοπόμπου ὁράσεως Διονυσίου οὗ τε παρείληφεν ἐκκλησιαστικοῦ κανόνος.

Η Περὶ τῆς κατὰ Νοουάτον ἑτεροδοξίας.

Θ Περὶ τοῦ τῶν αἱρετικῶν ἀθέου βαπτίσματος.

Ι Περὶ Οὐαλεριανοῦ καὶ τοῦ κατ’ αὐτὸν διωγμοῦ.

ΙΑ Περὶ τῶν τότε Διονυσίῳ καὶ τοῖς κατ’ Αἴγυπτον συμβάντων.

ΙΒ Περὶ τῶν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης μαρτυρησάντων.

ΙΓ Περὶ τῆς κατὰ Γαλλιῆνον εἰρήνης.

ΙΔ Οἱ κατ’ ἐκεῖνο συνηκμακότες ἐπίσκοποι.

ΙΕ Ὅπως κατὰ Καισάρειαν Μαρῖνος ἐμαρτύρησεν.

ΙΣ Ἡ κατὰ Ἀστύριον ἱστορία.

ΙΖ Περὶ τῶν κατὰ Πανεάδα σημείων τῆς τοῦ σωτῆρος ἡμῶν μεγαλουργίας.

ΙΗ Περὶ τοῦ θρόνου Ἰακώβου.

ΙΘ Περὶ τῶν ἑορταστικῶν Διονυσίου ἐπιστολῶν, ἔνθα καὶ περὶ τοῦ πάσχα κανονίζει.

Κ Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβάντων.

ΚΑ Περὶ τῆς ἐπισκηψάσης νόσου.

ΚΒ Περὶ τῆς Γαλλιήνου βασιλείας.

ΚΓ Περὶ Νέπωτος καὶ τοῦ κατ’ αὐτὸν σχίσματος.

ΚΔ Περὶ τῆς Ἰωάννου ἀποκαλύψεως.

ΚΕ Περὶ τῶν ἐπιστολῶν Διονυσίου.

ΚΣ Περὶ Παύλου τοῦ Σαμοσατέως καὶ τῆς ἐν Ἀντιοχείᾳ συστάσης ὑπ’ αὐτοῦ αἱρέσεως.

ΚΖ Περὶ τῶν τότε γνωριζομένων διαφανῶν ἐπισκόπων.

ΚΗ Ὅπως ὁ Παῦλος ἀπελεγχθεὶς ἐξεκηρύχθη.

ΚΘ Περὶ τῆς τῶν Μανιχαίων ἑτεροδόξου διαστροφῆς ἄρτι τότε ἀρξαμένης.

Λ Περὶ τῶν καθ’ ἡμᾶς αὐτοὺς διαπρεψάντων ἐκκλησιαστικῶν ἀνδρῶν τίνες τε αὐτῶν μέχρι τῆς τῶν ἐκκλησιῶν πολιορκίας διέμειναν.

Capítulo praef

Τὸν ἕβδομον τῆς ἐκκλησιαστικῆς ἱστορίας αὖθις ὁ μέγας ἡμῖν Ἀλεξανδρέων ἐπίσκοπος Διονύσιος ἰδίαις φωναῖς συνεκπονήσει, τῶν καθ’ ἑαυτὸν πεπραγμένων ἕκαστα ἐν μέρει δι’ ὧν καταλέλοιπεν ἐπιστολῶν ὑφηγούμενος· ἐμοὶ δ’ ὁ λόγος ἐντεῦθεν ποιήσεται τὴν ἀρχήν.

Capítulo 1

Δέκιον οὐδ’ ὅλον ἐπικρατήσαντα δυεῖν ἐτοῖν χρόνον αὐτίκα τε ἅμα τοῖς παισὶν κατασφαγέντα Γάλλος διαδέχεται· Ὠριγένης ἐν τούτῳ ἑνὸς δέοντα τῆς ζωῆς ἑβδομήκοντα ἀποπλήσας ἔτη, τελευτᾷ. γράφων γέ τοι ὁ Διονύσιος Ἑρμάμμωνι, περὶ τοῦ Γάλλου ταῦτα φάσκει· ἀλλ’ οὐδὲ Γάλλος ἔγνω τὸ Δεκίου κακὸν οὐδὲ προεσκόπησεν τί ποτ’ ἐκεῖνον ἔσφηλεν, ἀλλὰ πρὸς τὸν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ γενόμενον ἔπταισε λίθον· ὃς εὖ φερομένης αὐτῷ τῆς βασιλείας καὶ κατὰ νοῦν χωρούντων τῶν πραγμάτων, τοὺς ἱεροὺς ἄνδρας, τοὺς περὶ τῆς εἰρήνης αὐτοῦ καὶ τῆς ὑγιείας πρεσβεύοντας πρὸς τὸν θεόν, ἤλασεν. οὐκοῦν σὺν ἐκείνοις ἐδίωξεν καὶ τὰς ὑπὲρ αὐτοῦ προσευχάς.