Capítulo 29
Γορδιανοῦ δὲ μετὰ Μαξιμῖνον τὴν Ῥωμαίων ἡγεμονίαν διαδεξαμένου, τῆς κατὰ Ῥώμην ἐκκλησίας Ποντιανὸν ἔτεσιν ἓξ ἐπισκοπεύσαντα διαδέχεται Ἀντέρως καὶ τοῦτον Φαβιανός, ἐπὶ μῆνα τῇ λειτουργίᾳ διακονησάμενον,
ἐξ ἀγροῦ φασιν τὸν Φαβιανὸν μετὰ τὴν Ἀντέρωτος τελευτὴν ἅμ’ ἑτέροις συνελθόντα ἐπιχωριάζειν τῇ Ῥώμῃ, ἔνθα παραδοξότατα πρὸς τῆς θείας καὶ οὐρανίου χάριτος ἐπὶ τὸν κλῆρον παρεληλυθέναι.
τῶν γὰρ ἀδελφῶν ἁπάντων χειροτονίας ἕνεκεν τῆς τοῦ μέλλοντος διαδέξασθαι τὴν ἐπισκοπὴν συγκεκροτημένων πλείστων τε ἐπιφανῶν καὶ ἐνδόξων ἀνδρῶν τοῖς πολλοῖς ἐν ὑπονοίᾳ ὑπαρχόντων, ὁ Φαβιανὸς παρὼν οὐδενὸς μὲν ἀνθρώπων εἰς διάνοιαν ᾔει, ὅμως δ’ οὖν ἀθρόως ἐκ μετεώρου περιστερὰν καταπτᾶσαν ἐπικαθεσθῆναι τῇ αὐτοῦ κεφαλῇ μνημονεύουσιν, μίμημα ἐνδεικνυμένην τῆς ἐπὶ τὸν σωτῆρα Luke 3, 22 τοῦ ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς καθόδου·
ἐφ’ ᾧ τὸν πάντα λαόν, ὥσπερ ὑφ’ ἑνὸς πνεύματος θείου κινηθέντα, προθυμίᾳ πάσῃ καὶ μιᾷ ψυχῇ ἄξιον ἐπιβοῆσαι καὶ ἀμελλήτως ἐπὶ τὸν θρόνον τῆς ἐπισκοπῆς λαβόντας αὐτὸν ἐπιθεῖναι.
Τότε δὴ καὶ τοῦ κατ’ Ἀντιόχειαν ἐπισκόπου Ζεβέννου τὸν βίον μεταλλάξαντος, Βαβυλᾶς τὴν ἀρχὴν διαδέχεται, ἔν τε Ἀλεξανδρείᾳ μετὰ Δημήτριον Ἡρακλᾶ τὴν λειτουργίαν παρειληφότος, τῆς τῶν αὐτόθι κατηχήσεως τὴν διατριβὴν διαδέχεται Διονύσιος, εἷς καὶ οὗτος τῶν Ὠριγένους γενόμενος φοιτητῶν.