Capítulo 26
Ἀλλὰ ταῦτα μὲν ὧδε ἐχέτω· ἔτος δ’ ἦν τοῦτο δέκατον τῆς δηλουμένης ἡγεμονίας, καθ’ὃ τὴν ἀπ’ Ἀλεξανδρείας μετανάστασιν ἐπὶ τὴν Καισάρειαν ὁ Ὠριγένης ποιησάμενος, Ἡρακλᾷ τὸ τῆς κατηχήσεως τῶν αὐτόθι διδασκαλεῖον καταλείπει· οὐκ εἰς μακρὸν δὲ καὶ Δημήτριος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκοπος τελευτᾷ, ἐφ’ ὅλοις ἔτεσι τρισὶ καὶ τεσσαράκοντα τῇ λειτουργίᾳ διαρκέσας· διαδέχεται δ’ αὐτὸν ὁ Ἡρακλᾶς.