Livro 6
Capítulo arg
ΑΠερὶ τοῦ κατὰ Σευῆρον διωγμοῦ.
Β Περὶ τῆς Ὠριγένους ἐκ παιδὸς ἀσκήσεως.
Γ Ὡς κομιδῇ νέος ὢν τὸν Χριστοῦ λόγον ἐπρέσβευεν.
Δ Ὅσοι διʼ αὐτοῦ κατηχηθέντες προήχθησαν μάρτυρες.
Ε Περὶ Ποταμιαίνης.
Σ Περὶ Κλήμεντος τοῦ Ἀλεξανδρέως.
Ζ Περὶ Ἰούδα συγγραφέως.
Η Περὶ τοῦ τολμηθέντος Ὠριγένει.
Θ Περὶ τῶν κατὰ Νάρκισσον παραδόξων.
Ι Περὶ τῶν ἐν Ἱεροσολύμοις ἐπισκόπων.
ΙΑ Περὶ Ἀλεξάνδρου.
ΙΒ Περὶ Σεραπίωνος καὶ τῶν φερομένων αὐτοῦ λόγων.
ΙΓ Περὶ τῶν Κλήμεντος συγγραμμάτων.
ΙΔ Ὁπόσων ἐμνημόνευσε γραφῶν.
ΙΕ Περὶ Ἡρακλᾶ.
ΙΣ Ὅπως Ὠριγένης περὶ τὰς θείας γραφὰς ἐσπουδάκει.
ΙΖ Περὶ Συμμάχου τοῦ ἑρμηνέως.
ΙΗ Περὶ Ἀμβροσίου.
ΙΘ Ὅσα περὶ Ὠριγένους μνημονεύεται.
Κ Ὅσοι τῶν τηνικάδε φέρονται λόγοι.
ΚΑ Ὅσοι κατὰ τούσδε ἐπίσκοποι ἐγνωρίζοντο.
ΚΒ Ὅσα τῶν Ἱππολύτου εἰς ἡμᾶς ἦλθεν.
ΚΓ Περὶ τῆς Ὠριγένους σπουδῆς καὶ ὡς τοῦ ἐκκλησιαστικοῦ πρεσβείου ἠξιώθη.
ΚΔ Τίνα ἐπὶ τῆς Ἀλεξανδρείας ἐξηγήσατο.
ΚΕ Ὅπως τῶν ἐνδιαθήκων γραφῶν ἐμνημόνευσεν.
ΚΣ Ὅπως αὐτὸν ἑώρων οἱ ἐπίσκοποι.
ΚΖ Ὡς Ἡρακλᾶς τὴν Ἀλεξανδρέων ἐπισκοπὴν διεδέξατο.
ΚΗ Περὶ τοῦ κατὰ Μαξιμῖνον διωγμοῦ.
ΚΘ Περὶ Φαβιανοῦ ὡς Ῥωμαίων ἐπίσκοπος ἐκ θεοῦ παραδόξως ἀνεδείχθη.
Λ Ὅσοι γεγόνασιν Ὠριγένους φοιτηταί.
ΛΑ Περὶ Ἀφρικανοῦ.
ΛΒ Τίνα Ὠριγένης ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐξηγήσατο.
ΛΓ Περὶ τῆς Βηρύλλου παρατροπῆς.
ΛΔ Τὰ κατὰ Φίλιππον.
ΛΕ Ὡς Διονύσιος Ἡρακλᾶ τὴν ἐπισκοπὴν διεδέξατο.
ΛΣ Ὅσα ἄλλα ἐσπούδαστο τῷ Ὠριγένει.
ΛΖ Περὶ τῆς τῶν Ἀράβων διαστάσεως.
ΛΗ Περὶ τῆς Ἑλκεσαιτῶν αἱρέσεως.
ΛΘ Περὶ τῶν κατὰ Δέκιον.
Μ Περὶ τῶν Διονυσίῳ συμβάντων.
ΜΑ Περὶ τῶν ἐπʼ αὐτῆς Ἀλεξανδρείας μαρτυρησάντων.
ΜΒ Περὶ ὧν ἄλλων ὁ Διονύσιος ἱστορεῖ.
ΜΓ Περὶ Νοουάτου, οἷός τις ἦν τὸν τρόπον, καὶ περὶ τῆς κατʼ αὐτὸν αἱρέσεως.
ΜΔ Περὶ Σεραπίωνος ἱστορία Διονυσίου.
ΜΕ Ἐπιστολὴ πρὸς Νοουᾶτον Διονυσίου.
ΜΣ Περὶ τῶν ἄλλων Διονυσίου ἐπιστολῶν.
Capítulo 1
Ὡς δὲ καὶ Σευῆρος διωγμὸν κατὰ τῶν ἐκκλησιῶν ἐκίνει, λαμπρὰ μὲν τῶν ὑπὲρ εὐσεβείας ἀθλητῶν κατὰ πάντα τόπον ἀπετελεῖτο μαρτύρια, μάλιστα δ’ ἐπλήθυεν ἐπ’ Ἀλεξανδρείας, τῶν ἀπ’ Αἰγύπτου καὶ Θηβαΐδος ἁπάσης αὐτόθι ὥσπερ ἐπὶ μέγιστον ἀθλητῶν θεοῦ παραπεμπομένων στάδιον διὰ καρτερικωτάτης τε ποικίλων βασάνων καὶ θανάτου τρόπων ὑπομονῆς τοὺς παρὰ θεῷ στεφάνους ἀναδουμένων· ἐν οἷς καὶ Λεωνίδης, ὁ λεγόμενος Ὠριγένους πατήρ, τὴν κεφαλὴν ἀποτμηθείς, νέον κομιδῇ καταλείπει τὸν παῖδα· ὃς δὴ ὁποίας ἐξ ἐκείνου περὶ τὸν θεῖον λόγον προαιρέσεως ἦν, οὐκ ἄκαιρον διὰ βραχέων διελθεῖν τῷ μάλιστα πολὺν εἶναι παρὰ τοῖς πολλοῖς τὸν περὶ αὐτοῦ βεβοημένον λόγον.