Pular para o conteúdo

Ἐκκλησιαστικὴ ἱστορία

Eusebius of Caesarea · Livro 4

Livro 4

Capítulo arg

Α Τίνες ἐπὶ τῆς Τραϊανοῦ βασιλείας Ῥωμαίων γεγόνασι καὶ Ἀλεξανδρέων ἐπίσκοποι.

Β Ὁποῖα Ἰουδαῖοι κατ’ αὐτὸν πεπόνθασιν.

Γ Οἱ κατὰ Ἁδριανὸν ὑπὲρ τῆς πίστεως ἀπολογησάμενοι.

Δ Οἱ κατ’ αὐτὸν Ῥωμαίων καὶ Ἀλεξανδρέων ἐπίσκοποι.

Ε Οἱ ἀνέκαθεν ἀπὸ τοῦ σωτῆρος καὶ ἐπὶ τοὺς δηλουμένους Ἱεροσολύμων ἐπίσκοποι.

Σ Ἡ κατὰ Ἁδριανὸν ὑστάτη Ἰουδαίων πολιορκία.

Ζ Τίνες κατ’ ἐκεῖνο καιροῦ γεγόνασιν ψευδωνύμου γνώσεως ἀρχηγοί.

Η Τίνες ἐκκλησιαστικοὶ συγγραφεῖς.

Θ Ἐπιστολὴ Ἁδριανοῦ ὑπὲρ τοῦ μὴ δεῖν ἀκρίτως ἡμᾶς ἐλαύνειν.

Ι Τίνες ἐπὶ τῆς Ἀντωνίνου βασιλείας ἐπίσκοποι Ῥωμαίων καὶ Ἀλεξανδρέων γεγόνασιν.

ΙΑ Περὶ τῶν κατ’ αὐτοὺς αἱρεσιαρχῶν.

ΙΒ Περὶ τῆς Ἰουστίνου πρὸς Ἀντωνῖνον ἀπολογίας.

ΙΓ Ἀντωνίνου πρὸς τὸ κοινὸν τῆς Ἀσίας ἐπιστολὴ περὶ τοῦ καθ’ ἡμᾶς λόγου.

ΙΔ Τὰ περὶ Πολυκάρπου τοῦ τῶν ἀποστόλων γνωρίμου μνημονευόμενα.

ΙΕ Ὅπως κατὰ Οὐῆρον ὁ Πολύκαρπος ἅμ’ ἑτέροις ἐμαρτύρησεν ἐπὶ τῆς Σμυρναίων πόλεως.

ΙΣ Ὅπως Ἰουστῖνος ὁ φιλόσοφος τὸν Χριστοῦ λόγον ἐπὶ τῆς Ῥωμαίων πόλεως πρεσβεύων ἐμαρτύρησεν.

ΙΖ Περὶ ὧν Ἰουστῖνος ἐν ἰδίῳ συγγράμματι μνημονεύει μαρτύρων.

ΙΗ Τίνες εἰς ἡμᾶς ἦλθον τῶν Ἰουστίνου λόγων.

ΙΘ Τίνες ἐπὶ τῆς Οὐήρου βασιλείας τῆς Ῥωμαίων καὶ Ἀλεξανδρέων ἐκκλησίας προέστησαν.

Κ Τίνες οἱ τῆς Ἀντιοχέων.

ΚΑ Περὶ τῶν κατὰ τούτους διαλαμψάντων ἐκκλησιαστικῶν συγγραφέων.

ΚΒ Περὶ Ἡγησίππου καὶ ὧν αὐτὸς μνημονεύει.

ΚΓ Περὶ Διονυσίου Κορινθίων ἐπισκόπου καὶ ὧν ἔγραψεν ἐπιστολῶν.

ΚΔ Περὶ Θεοφίλου Ἀντιοχέων ἐπισκόπου.

ΚΕ Περὶ Φιλίππου καὶ Μοδέστου.

ΚΣ Περὶ Μελίτωνος καὶ ὧν αὐτὸς ἐμνημόνευσεν.

ΚΖ Περὶ Ἀπολιναρίου.

ΚΗ Περὶ Μουσανοῦ.

ΚΘ Περὶ τῆς κατὰ Τατιανὸν αἱρέσεως.

Λ Περὶ Βαρδησάνου τοῦ Σύρου καὶ τῶν φερομένων αὐτοῦ λόγων.

Capítulo 1

Ἀμφὶ δὲ τὸ δωδέκατον ἔτος τῆς Τραϊανοῦ βασιλείας ὁ μικρῷ πρόσθεν ἡμῖν τῆς ἐν Ἀλεξανδρείᾳ παροικίας δηλωθεὶς ἐπίσκοπος τὴν ζωὴν μεταλλάττει, τέταρτος δ’ ἀπὸ τῶν ἀποστόλων τὴν τῶν αὐτόθι λειτουργίαν κληροῦται Πρῖμος. ἐν τούτῳ καὶ Ἀλέξανδρος ἐπὶ Ῥώμης, ὄγδοον ἔτος ἀποπλήσαντος Εὐαρέστου, πέμπτην ἀπὸ Πέτρου καὶ Παύλου κατάγων διαδοχήν, τὴν ἐπισκοπὴν ὑπολαμβάνει.