Pular para o conteúdo

Ἐκκλησιαστικὴ ἱστορία

Eusebius of Caesarea · Livro 3

Livro 3

Capítulo arg

Α Ὅποι γῆς ἐκήρυξαν τὸν Χριστὸν οἱ ἀπόστολοι.

Β Τίς πρῶτος τῆς Ῥωμαίων ἐκκλησίας προέστη.

Γ Περὶ τῶν ἐπιστολῶν τῶν ἀποστόλων.

Δ Περὶ τῆς πρώτης τῶν ἀποστόλων διαδοχῆς.

Ε Περὶ τῆς μετὰ τὸν Χριστὸν ὑστάτης Ἰουδαίων πολιορκίας.

Σ Περὶ τοῦ πιέσαντος αὐτοὺς λιμοῦ.

Ζ Περὶ τῶν τοῦ Χριστοῦ προρρήσεων.

Η Περὶ τῶν πρὸ τοῦ πολέμου σημείων.

Θ Περὶ Ἰωσήπου καὶ ὧν κατέλιπεν συγγραμμάτων.

Ι Ὅπως τῶν θείων μνημονεύει βιβλίων.

ΙΑ Ὡς μετὰ Ἰάκωβον ἡγεῖται Συμεὼν τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας.

ΙΒ Ὡς Οὐεσπασιανὸς τοὺς ἐκ Δαυὶδ ἀναζητεῖσθαι προστάττει.

ΙΓ Ὡς δεύτερος Ἀλεξανδρέων ἡγεῖται Ἀβίλιος.

ΙΔ Ὡς καὶ Ῥωμαίων δεύτερος Ἀνέγκλητος ἐπισκοπεῖ.

ΙΕ Ὡς τρίτος μετ’ αὐτὸν Κλήμης.

ΙΣ Περὶ τῆς Κλήμεντος ἐπιστολῆς.

ΙΖ Περὶ τοῦ κατὰ Δομετιανὸν διωγμοῦ.

ΙΗ Περὶ Ἰωάννου τοῦ ἀποστόλου καὶ τῆς Ἀποκαλύψεως.

ΙΘ Ὡς Δομετιανὸς τοὺς ἀπὸ γένους Δαυὶδ ἀναιρεῖσθαι προστάττει.

Κ Περὶ τῶν πρὸς γένους τοῦ σωτῆρος ἡμῶν.

ΚΑ Ὡς τῆς Ἀλεξανδρέων ἐκκλησίας τρίτος ἡγεῖται Κέρδων.

ΚΒ Ὡς τῆς Ἀντιοχέων δεύτερος Ἰγνάτιος.

ΚΓ Ἱστορία περὶ Ἰωάννου τοῦ ἀποστόλου.

ΚΔ Περὶ τῆς τάξεως τῶν εὐαγγελίων.

ΚΕ Περὶ τῶν ὁμολογουμένων θείων γραφῶν καὶ τῶν μὴ τοιούτων.

ΚΣ Περὶ Μενάνδρου τοῦ γόητος.

ΚΖ Περὶ τῆς τῶν Ἐβιωναίων αἱρέσεως.

ΚΗ Περὶ Κηρίνθου αἱρεσιάρχου.

ΚΘ Περὶ Νικολάου καὶ τῶν ἐξ αὐτοῦ κεκλημένων.

Λ Περὶ τῶν ἐν συζυγίαις ἐξετασθέντων ἀποστόλων.

ΛΑ Περὶ τῆς Ἰωάννου καὶ Φιλίππου τελευτῆς.

ΛΒ Ὅπως Συμεὼν ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος ἐμαρτύρησεν.

ΛΓ Ὅπως Τραϊανὸς ζητεῖσθαι Χριστιανοὺς ἐκώλυσεν.

ΛΔ Ὡς τῆς Ῥωμαίων ἐκκλησίας τέταρτος Εὐάρεστος ἡγεῖται.

ΛΕ Ὡς τρίτος τῆς ἐν Ἱεροσολύμοις Ἰοῦστος.

ΛΣ Περὶ Ἰγνατίου καὶ τῶν ἐπιστολῶν αὐτοῦ.

ΛΖ Περὶ τῶν εἰς ἔτι τότε διαπρεπόντων εὐαγγελιστῶν.

ΛΗ Περὶ τῆς Κλήμεντος ἐπιστολῆς καὶ τῶν ψευδῶς εἰς αὐτὸν ἀναφερομένων.

ΛΘ Περὶ τῶν Παπία συγγραμμάτων.

Capítulo 1

Τὰ μὲν δὴ κατὰ Ἰουδαίους ἐν τούτοις ἦν· τῶν δὲ ἱερῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν ἐφ’ ἅπασαν κατασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μέν, ὡς ἡ παράδοσις περιέχει, τὴν Παρθίαν εἴληχεν, Ἀνδρέας δὲ τὴν Σκυθίαν, Ἰωάννης τὴν Ἀσίαν, πρὸς οὓς καὶ διατρίψας ἐν 1 Pet. 1, 1 Ἐφέσῳ τελευτᾷ,

Πέτρος δ’ ἐν Πόντῳ καὶ Γαλατίᾳ καὶ Βιθυνίᾳ Καππαδοκίᾳ τε καὶ Ἀσίᾳ κεκηρυχέναι τοῖς ἐκ διασπορᾶς Ἰουδαίοις ἔοικεν· ὃς καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος, ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν.

τί δεῖ Rom. 15, 19 περὶ Παύλου λέγειν, ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ὕστερον ἐν τῇ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρτυρηκότος; ταῦτα Ὠριγένει κατὰ λέξιν ἐν τρίτῳ τόμῳ τῶν εἰς τὴν Γένεσιν ἐξηγητικῶν εἴρηται.