Pular para o conteúdo

Ἐκκλησιαστικὴ ἱστορία

Eusebius of Caesarea · Livro 10

Livro 10

Capítulo arg

Α Περὶ τῆς ἐκ θεοῦ πρυτανευθείσης ἡμῖν εἰρήνης.

Β Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως.

Γ Περὶ τῶν κατὰ πάντα τόπον ἐγκαινίων.

Δ Πανηγυρικὸς ἐπὶ τῇ τῶν πραγμάτων φαιδρότητι.

Ε Ἀντίγραφα βασιλικῶν νόμων περὶ τῶν Χριστιανῶν προσηκόντων.

Σ Περὶ τῆς τῶν κληρικῶν ἀλειτουργησίας.

Ζ Περὶ τῆς Λικιννίου εἰς ὕστερον κακοτροπίας καὶ τῆς καταστροφῆς αὐτοῦ.

Η Περὶ τῆς νίκης Κωνσταντίνου καὶ τῶν ὑπ’ αὐτοῦ τοῖς ὑπὸ τὴν Ῥωμαίων ἐξουσίαν ὑπαρξάντων.

Capítulo 1

Θεῷ δὴ χάρις ἐπὶ πᾶσιν τῷ παντοκράτορι καὶ βασιλεῖ τῶν ὅλων, πλείστη δὲ καὶ τῷ σωτῆρι καὶ λυτρωτῇ τῶν ψυχῶν ἡμῶν Ἰησοῦ Χριστῷ, δι’ οὗ τὰ τῆς εἰρήνης ἔκ τε τῶν ἔξωθεν ὀχληρῶν καὶ τῶν κατὰ διάνοιαν βέβαια καὶ ἀσάλευτα φυλάττεσθαι ἡμῖν διὰ παντὸς εὐχόμεθα.

Ἅμα δὲ εὐχαῖς καὶ τὸν δέκατον ἐν τούτῳ τοῖς προδιεξοδευθεῖσιν τῆς Ἐκκλησιαστικῆς ἱστορίας ἐπιθέντες τόμον, σοὶ τοῦτον ἐπιγράψομεν, ἱερώτατέ μοι Παυλῖνε, ὥσπερ ἐπισφράγισμά σε τῆς ὅλης ὑποθέσεως ἀναβοώμενοι,

εἰκότως δ’ ἐν ἀριθμῷ τελείῳ τὸν τέλειον ἐνταῦθα καὶ πανηγυρικὸν τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως λόγον κατατάξομεν, θείῳ πνεύματι πειθαρχοῦντες ὧδέ πως ἐγκελευομένῳ ᾄσατε Ps. 98, 1. 2 τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν· ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ· ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.

Καὶ δὴ τῷ λογίῳ προστάττοντι τὸ καινὸν ᾆσμα διὰ τοῦδε νῦν ἀκολούθως ἐπιφωνῶμεν ὅτι δὴ μετὰ τὰς δεινὰς καὶ σκοτεινὰς ἐκείνας ὄψεις τε καὶ διηγήσεις τοιαῦτα νῦν ὁρᾶν καὶ τοιαῦτα πανηγυρίζειν Matt. 13, 17 ἠξιώθημεν, οἷα τῶν πρὸ ἡμῶν πολλοὶ τῷ ὄντι δίκαιοι καὶ θεοῦ μάρτυρες ἐπεθύμησαν ἐπὶ γῆς ἰδεῖν, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, καὶ οὐκ ἤκουσαν.

Cf. Phil. 1, 23; Heb. 10, 34 ἀλλ’ οἳ μὲν ᾗ τάχος σπεύσαντες τῶν πολὺ κρειττόνων ἔτυχον ἐν αὐτοῖς οὐρανοῖς καὶ παραδείσῳ 2 Cor. 12, 4 τῆς ἐνθέου τρυφῆς ἀναρπασθέντες, ἡμεῖς δὲ καὶ τάδε μείζονα ἢ καθ’ ἡμᾶς ὑπάρχειν ὁμολογοῦντες, ὑπερεκπεπλήγμεθα μὲν τῆς τοῦ αἰτίου μεγαλοδωρεᾶς τὴν χάριν, θαυμάζομεν δὲ εἰκότως ὅλης ψυχῆς δυνάμει σέβοντες καὶ ταῖς ἀναγράπτοις προρρήσεσιν ἀλήθειαν ἐπιμαρτυροῦντες, δι’ ὧν Ps. 46, 8. 9 εἴρηται·

δεῦτε καὶ ἴδετε τὰ ἔργα κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς· τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί· ἐφ’ οἷς ἐναργῶς εἰς ἡμᾶς πεπληρωμένοις χαίροντες, τὸν ἐφεξῆς συνείρωμεν λόγον.

Ἠφάνιστο μὲν δὴ καθ’ ὃν δεδήλωται τρόπον πᾶν τὸ τῶν θεομισῶν γένος καὶ τῆς ἀνθρώπων ἀθρόως ὄψεως οὕτως ἐξαλήλειπτο, ὡς πάλιν ῥῆμα Luke 22, 37 θεῖον τέλος ἔχειν τὸ λέγον· εἶδον ἀσεβῆ ὑπερυψούμενον Ps. 37, 35. 36 καὶ ὑπεραιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα τὸν τόπον αὐτοῦ, καὶ οὐχ εὑρέθη·

ἡμέρα δὲ λοιπὸν ἤδη φαιδρὰ καὶ διαυγής, μηδενὸς νέφους αὐτὴν ἐπισκιάζοντος, φωτὸς οὐρανίου βολαῖς ἀνὰ τὴν οἰκουμένην ἅπασαν ταῖς ἐκκλησίαις τοῦ Χριστοῦ κατηύγαζεν, οὐδέ τις ἦν καὶ τοῖς ἔξωθεν τοῦ καθ’ ἡμᾶς θιάσου φθόνος συναπολαύειν εἰ μὴ τῶν ἴσων, ἀπορροῆς δ’ οὖν ὅμως καὶ μετουσίας τῶν θεόθεν ἡμῖν πρυτανευθέντων.