Pular para o conteúdo

Ἑλένη

Eurípides · Ἑλένη

Ἑλένη

τὰ τοῦ δράματος πρόσωπα

Ἑλένη

Τεῦκρος

Χορός

Μενελέως

Γραῦς

Ἄγγελος

Θεονόη

Θεοκλύμενος

Ἕτερος Ἄγγελος

Διόσκοροι

Ἑλένη

1 Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,

2 ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον

3 λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.

4 Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν,

5 Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ,

6 ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ,

7 Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.

8 τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,

9 Θεοκλύμενον ἄρσενʼ [ὅτι δὴ θεοὺς σέβων]

10 [βίον διήνεγκʼ] εὐγενῆ τε παρθένον

11 Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·

12 ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,

13 καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ

14 τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο,

15 προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.

16 ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος

17 Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ

18 λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν

19 Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών,

20 ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ

21 δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·

22 Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ

23 λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι

24 Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα,

25 Ἥρα Κύπρις τε διογενής τε παρθένος,

26 μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.

27 τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,

28 Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ,

29 νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις

30 Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.

31 Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς,

32 ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη,

33 δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ

34 εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο,

35 Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν —

36 κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς

37 βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·

38 πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ

39 καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν

40 πλήθους τε κουφίσειε μητέρα χθόνα

41 γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.

42 Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,

43 τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.

44 λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος

45 νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου

46 Ζεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο,

47 πάντων προκρίνας σωφρονέστατον βροτῶν,

48 ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.

49 κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις

50 στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς

51 θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.

52 ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις

53 ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ

54 κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν

55 πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.

56 τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος

57 Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον

58 Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον

59 οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί.

60 ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν

61 Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς

62 σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος

63 θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν

64 τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε

65 ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,

66 ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,

67 μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.

Τεῦκρος

68 τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;

69 πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,

70 βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.

71 ἔα·

72 ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ

73 γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν

74 πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις

75 Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ

76 γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ

77 ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.

Ἑλένη

78 τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης

79 καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;

Τεῦκρος

80 ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν·

81 μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.

82 σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.

Ἑλένη

83 τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;

Τεῦκρος

84 εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.

Ἑλένη

85 οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.

86 ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή;

Τεῦκρος

87 ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ

88 Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.

Ἑλένη

89 τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;

Τεῦκρος

90 φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.

Ἑλένη

91 τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;

Τεῦκρος

92 Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;

Ἑλένη

93 ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.

Τεῦκρος

94 Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών.

Ἑλένη

95 πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;

Τεῦκρος

96 οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.

Ἑλένη

97 μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;

Τεῦκρος

98 τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;

Ἑλένη

99 ναί·

99a μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.

Τεῦκρος

100 θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις.

Ἑλένη

101 καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν;

Τεῦκρος

102 ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου.

Ἑλένη

103 σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;

Τεῦκρος

104 ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ.

Ἑλένη

105 ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;

Τεῦκρος

106 καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.

Ἑλένη

107 ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;

Τεῦκρος

108 ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.

Ἑλένη

109 ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.

Τεῦκρος

110 καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.

Ἑλένη

111 πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;

Τεῦκρος

112 ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.

Ἑλένη

113 χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον;

Τεῦκρος

114 πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.

Ἑλένη

115 ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;

Τεῦκρος

116 Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.

Ἑλένη

117 εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις;

Τεῦκρος

118 ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.

Ἑλένη

119 σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.

Τεῦκρος

120 ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.

Ἑλένη

121 οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;

Τεῦκρος

122 αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.

Ἑλένη

123 ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;

Τεῦκρος

124 οὔκουν ἐν Ἄργει ⟨γʼ⟩ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.

Ἑλένη

125 αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις.

Τεῦκρος

126 ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.

Ἑλένη

127 οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;

Τεῦκρος

128 ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.

Ἑλένη

129 ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;

Τεῦκρος

130 μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.

Ἑλένη

131 κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον;

Τεῦκρος

132 οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα.

Ἑλένη

133 ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη;

Τεῦκρος

134 Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.

Ἑλένη

135 οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;

Τεῦκρος

136 φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην.

Ἑλένη

137 οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;

Τεῦκρος

138 τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.

Ἑλένη

139 πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.

Τεῦκρος

140 ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ.

Ἑλένη

141 καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;

Τεῦκρος

142 σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.

143 ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.

144 ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους,

145 τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,

146 σὺ προξένησον, ὡς τύχω μαντευμάτων

147 ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν

148 ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν

149 οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν

150 Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.

Ἑλένη

151 πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν

152 γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως

153 ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ

154 κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·

155 κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον.

156 ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν

157 ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;

Τεῦκρος

158 καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι

159 ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.

160 Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας

161 ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.

162 κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς

163 ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.

Ἑλένη

164 ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον

165 ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω

166 δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.

Ἑλένη

167 πτεροφόροι νεάνιδες,

168 παρθένοι Χθονὸς κόραι

169 Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις

170 μόλοιτʼ ἔχουσαι Λίβυν

171 λωτὸν ἢ σύριγγας ἢ

171a φόρμιγγας, αἰλίνοις κακοῖς

172 τοῖς ἐμοῖσι σύνοχα δάκρυα·

173 πάθεσι πάθεα, μέλεσι μέλεα,

174 μουσεῖα θρηνήμα-

174a σι ξυνῳδὰ πέμψειε

175 Φερσέφασσα

176 φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι

177 παρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχια

177a παιᾶνα

178 νέκυσιν ὀλομένοις λάβῃ.

Χορός

179 κυανοειδὲς ἀμφʼ ὕδωρ

180 ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν

181 φοίνικας ἁλίου πέπλους

182 αὐγαῖσιν ἐν χρυσέαις

183 ἀμφὶ δόνακος ἔρνεσιν

183a θάλπουσα· ⟨ποτνίας δʼ ἐμᾶς,⟩

184 ἔνθεν οἰκτρὸν ἀνεβόασεν,

185 ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,

186 ὅτι ποτʼ ἔλακεν αἰάγμα-

186a σι στένουσα, Νύμφα τις

187 οἷα Ναῒς

188 ὄρεσι φυγάδα νόμον ἱεῖσα

189 γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα

189a κλαγγαῖσι

190 Πανὸς ἀναβοᾷ γάμους.

Ἑλένη

191 ἰὼ ἰώ·

192 θήραμα βαρβάρου πλάτας,

193 Ἑλλανίδες κόραι,

194 ναύτας Ἀχαιῶν

195 τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.

196 Ἰλίου κατασκαφαὶ

197 πυρὶ μέλουσι δαΐῳ

198 διʼ ἐμὲ τὰν πολυκτόνον,

199 διʼ ἐμὸν ὄνομα πολύπονον.

200 Λήδα δʼ ἐν ἀγχόναις

201 θάνατον ἔλαβεν αἰσχύ-

202 νας ἐμᾶς ὑπʼ ἀλγέων.

203 ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς

204 πόσις ὀλόμενος οἴχεται,

205 κάστορός τε συγγόνου τε

206 διδυμογενὲς ἄγαλμα πατρίδος

207 ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-

208 λοιπε δάπεδα γυμνάσιά τε

210 δονακόεντος Εὐρώ-

210a τα, νεανιᾶν πόνον.

Χορός

211 αἰαῖ αἰαῖ·

211a ὦ δαίμονος πολυστόνου

212 μοίρας τε σᾶς, γύναι.

213 αἰὼν δυσαίων

214 τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν

215 χιονόχρως κύκνου πτερῷ

216 Ζεὺς πρέπων διʼ αἰθέρος·

217 τί γὰρ ἄπεστί σοι κακῶν;

218 τίνα δὲ βίοτον οὐκ ἔτλας;

219 μάτηρ μὲν οἴχεται,

220 δίδυμά τε Διὸς οὐκ εὐ-

221 δαιμονεῖ τέκεα φίλα,

222 χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,

223 διὰ δὲ πόλεας ἔρχεται

224 βάξις, ἅ σε βαρβάροισι,

225 πότνια, παραδίδωσι λέχεσιν,

226 ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-

227 λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι

228 πάτρια μέλαθρα καὶ τὰν

228a Χαλκίοικον ὀλβιεῖς.

Ἑλένη

229 φεῦ φεῦ, τίς ἢ Φρυγῶν

230 ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς

231 ἔτεμε τὰν δακρυόεσσαν

232 Ἰλίῳ πεύκαν;

233 ἔνθεν ὀλόμενον σκάφος

234 συναρμόσας ὁ Πριαμίδας

234a ἔπλευσε βαρβάρῳ πλάτᾳ

235 τὰν ἐμὰν ἐφʼ ἑστίαν,

236 ἐπὶ τὸ δυστυχέστατον

237 κάλλος, ὡς ἕλοι, γάμων

238 ἀμῶν· ἅ τε δόλιος

239 ἁ πολυκτόνος Κύπρις

239a Δαναΐδαις ἄγουσα θάνατον [Πριαμίδαις],

240 ὦ τάλαινα συμφορᾶς.

241 ἁ δὲ χρυσέοις θρόνοις

242 Διὸς ὑπαγκάλισμα σεμνὸν

243 Ἥρα τὸν ὠκύπουν

243a ἔπεμψε Μαιάδος γόνον·

244 ὅς με χλοερὰ δρεπομέναν

245 ἔσω πέπλων ῥόδεα πέταλα,

245a Χαλκίοικον ὡς [Ἀθάναν] μόλοιμʼ,

246 ἀναρπάσας διʼ αἰθέρος

247 τάνδε γαῖαν εἰς ἄνολβον

248 ἔριν ἔριν τάλαιναν ἔθετο

249 Πριαμίδαισιν Ἑλλάδος.

249a τὸ δʼ ἐμὸν ὄνομα

250 παρὰ Σιμουντίοις ῥοαῖσι

251 μαψίδιον ἔχει φάτιν.

Χορός

253 ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι

254 ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.

Ἑλένη

255 φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;

256 ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;

257 [γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος]

258 [τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,]

259 [ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.]

260 τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου,

261 τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.

262 εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν

263 αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,

264 καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω

265 Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς

266 ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.

267 ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην

268 πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως·

269 ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.

270 πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής·

271 καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,

272 ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.

273 ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς

274 ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη

275 δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο·

276 τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.

277 ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη,

278 πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν —

279 οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή.

280 μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,

281 ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν·

282 ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ,

283 θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·

284 τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω

285 οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ

286 τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.

287 τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν,

288 κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ

289 δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.

290 εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν

291 ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα.

292 νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.

293 τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην;

294 γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,

295 μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν

296 τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς

297 ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν.

298 θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς;

299 [ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,]

300 [κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·]

301 [σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν,]

302 [σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου.]

303 ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·

304 αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς

305 γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν.

Χορός

306 Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος,

307 μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι.

Ἑλένη

308 καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.

Χορός

309 πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.

Ἑλένη

310 καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ.

Χορός

311 ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.

Ἑλένη

312 φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.

Χορός

313 πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις;

Ἑλένη

314 πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.

Χορός

315 οἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν —

Ἑλένη

316 ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;

Χορός

317 ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται,

318 τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,

319 πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι

320 εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ

321 πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε.

322 πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον

323 λυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ·

324 τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·

325 ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν

326 ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;

327 θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους

328 καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·

329 γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.

Ἑλένη

330 φίλαι, λόγους ἐδεξάμαν·

331 βᾶτε βᾶτε δʼ ἐς δόμους,

332 ἀγῶνας ἐντὸς οἴκων

333 ὡς πύθησθε τοὺς ἐμούς.

Χορός

334 θέλουσαν οὐ μόλις καλεῖς.

Ἑλένη

335 ἰὼ μέλεος ἁμέρα.

336 τίνʼ ἄρα τάλαινα τίνα δακρυό-

337 εντα λόγον ἀκούσομαι;

Χορός

338 μὴ πρόμαντις ἀλγέων

339 προλάμβανʼ, ὦ φίλα, γόους.

Ἑλένη

340 τί μοι πόσις μέλεος ἔτλα;

341 πότερα δέρκεται φάος

342 τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων,

344 ἢ ʼν νέκυσι κατὰ χθονὸς

345 τὰν χρόνιον ἔχει τύχαν;

Χορός

346 ἐς τὸ φέρτερον τίθει

347 τὸ μέλλον, ὅ τι γενήσεται.

Ἑλένη

348 σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,

349 τὸν ὑδρόεντι δόνακι χλωρὸν

350 Εὐρώταν, θανόντος

351 εἰ βάξις ἔτυμος ἀνδρὸς

352 ἅδε μοι — τί τάδʼ ἀσύνετα; —

353 φόνιον αἰώρημα

353a διὰ δέρης ὀρέξομαι,

354 ἢ ξιφοκτόνον δίωγμα

355 λαιμορρύτου σφαγᾶς

356 αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,

357 θῦμα τριζύγοις θεαῖσι

358 τῷ τε σήραγγας Ἰδαί-

359 ας ἐνίζοντι Πριαμί-

359a δᾳ ποτʼ ἀμφὶ βουστάθμους.

Χορός

360 ἄλλοσʼ ἀποτροπὰ κακῶν

361 γένοιτο, τὸ δὲ σὸν εὐτυχές.

Ἑλένη

362 ἰὼ Τροία τάλαινα,

362a διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαι

363 μέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶρα

364 Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,

365 πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι,

366 δάκρυα δάκρυσιν ἔλαβε, πάθεα […]

367 ματέρες τε παῖδας ὄλεσαν,

368 ἀπὸ δὲ παρθένοι κόμας

369 ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον

369a ἀμφὶ Φρύγιον οἶδμα.

370 βοὰν βοὰν δʼ Ἑλλὰς

371 κελάδησε κἀνοτότυξεν,

372 ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,

373 ὄνυχι δʼ ἁπαλόχροα γένυν

374 δεῦσε φονίαισι πλαγαῖς.

375 ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς

376 ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,

377 ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,

378 ἁ μορφᾷ θηρῶν λαχνογυίων —

379 ὄμματι λάβρῷ σχῆμα λεαίνης —

380 ἐξαλλάξασʼ ἄχθεα λύπης·

381 ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο

382 χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν

383 καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας

384 ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας

385 ὀλομένους τʼ Ἀχαιούς.

Μενελέως

386 ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα

387 Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,

388 εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺς

389 πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,

390 πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,

391 ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο

392 Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·

393 πλεῖστον γὰρ οἶμαι — καὶ τόδʼ οὐ κόμπῳ λέγω —

394 στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,

395 τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,

396 ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις.

397 καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα,

398 τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,

399 νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν.

400 ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς

401 τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου

402 πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν

403 οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.

404 Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς

405 πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας,

406 πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριον

407 ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν.

408 καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους

409 ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας

410 πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.

411 τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων,

412 ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ

413 Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.

414 ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς

415 οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην

416 ὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας

417 κρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρ

418 πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν

419 πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.

420 χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα

421 οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι

422 πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.

423 πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα

424 χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς

425 κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ

426 ἄρξασαν ἥκω τούς τε περιλελειμμένους

427 φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη.

428 μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις

429 τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω.

430 ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε

431 πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,

432 προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων

433 λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον —

434 οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.

435 ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,

436 ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά;

Γραῦς

437 τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων

438 καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις

439 ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ

440 Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.

Μενελέως

441 ὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν

442 ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον.

Γραῦς

443 ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,

444 μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις.

Μενελέως

445 ἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ.

Γραῦς

446 πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος.

Μενελέως

447 ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς […]

Γραῦς

448 πικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους.

Μενελέως

449 ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.

Γραῦς

450 οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι.

Μενελέως

451 οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.

Γραῦς

452 ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ.

Μενελέως

453 αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα;

Γραῦς

454 οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε.

Μενελέως

455 ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα.

Γραῦς

456 τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ;

Μενελέως

457 πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.

Γραῦς

458 οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;

Μενελέως

459 τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;

Γραῦς

460 Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ.

Μενελέως

461 Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα.

Γραῦς

462 τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;

Μενελέως

463 οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.

Γραῦς

464 πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.

Μενελέως

465 ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ;

Γραῦς

466 τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός.

Μενελέως

467 ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις;

Γραῦς

468 οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.

Μενελέως

469 τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;

Γραῦς

470 Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός.

Μενελέως

471 πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον.

Γραῦς

472 ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν.

Μενελέως

473 πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον;

Γραῦς

474 Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο.

Μενελέως

475 πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος;

Γραῦς

476 πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν.

477 ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις

478 τύχη, τύραννος ᾗ ταράσσεται δόμος.

479 καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης

480 λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.

481 εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς

482 λόγους ἔδωκα δεσπότην φοβουμένη.

Μενελέως

483 τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας

484 ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,

485 εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων

486 ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται,

487 ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις

488 δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις.

489 Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι.

490 ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ

491 Νείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν.

492 Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ

493 τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;

494 ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.

495 Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος

496 Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.

497 πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ

498 ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει

499 γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον.

500 οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·

501 ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,

502 ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.

503 κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν,

504 Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.

505 δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι

506 ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ,

507 κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·

508 ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα

509 τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.

510 κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,

511 ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα

512 βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει.

513 λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος,

514 δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.

Χορός

515 ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,

516 ἃ χρῄζουσʼ ἐφάνη τυράννοις

517 δόμοις, ὡς Μενέλαος οὔ-

518 πω μελαμφαὲς οἴχεται

519 διʼ ἔρεβος χθονὶ κρυφθείς,

520 ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον

521 τρυχόμενος οὔπω λιμένων

522 ψαύσειεν πατρίας γᾶς,

523 ἀλατείᾳ βιότου

524 ταλαίφρων, ἄφιλος φίλων,

525 παντοδαπᾶς ἐπὶ γᾶς πόδα

526 χριμπτόμενος εἰναλίῳ

527 κώπᾳ Τρῳάδος ἐκ γᾶς.

Ἑλένη

528 ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν

529 στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,

530 ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει

531 πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,

532 πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα

533 ἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις,

534 ἥξειν ⟨δʼ⟩ ὅταν δὴ πημάτων λάβῃ τέλος.

535 ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.

536 ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς,

537 ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.

538 ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός,

539 ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.

540 ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.

541 ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι

542 Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;

543 οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ

544 τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις

545 μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν.

Μενελέως

546 σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην

547 τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας,

548 μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν

549 ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.

Ἑλένη

550 ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ

551 τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει

552 δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.

Μενελέως

553 οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.

Ἑλένη

554 καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις.

Μενελέως

555 στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.

Ἑλένη

556 ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου.

Μενελέως

557 τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι;

Ἑλένη

558 σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.

Μενελέως

559 οὐπώποτʼ εἶδον προσφερέστερον δέμας.

Ἑλένη

560 ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.

Μενελέως

561 ⟨Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;⟩

Ἑλένη

562 Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.

Μενελέως

563 Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.

Ἑλένη

564 ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ.

Μενελέως

565 ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.

Ἑλένη

566 ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.

Μενελέως

567 ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.

Ἑλένη

568 ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.

Μενελέως

569 ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ.

Ἑλένη

570 οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς.

Μενελέως

571 οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις.

Ἑλένη

572 ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;

Μενελέως

573 ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.

Ἑλένη

574 οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή.

Μενελέως

575 οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ;

Ἑλένη

576 οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς;

Μενελέως

577 τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ.

Ἑλένη

578 σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;

Μενελέως

579 ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι.

Ἑλένη

580 τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα;

Μενελέως

581 ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω.

Ἑλένη

582 οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν.

Μενελέως

583 καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;

Ἑλένη

584 αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη.

Μενελέως

585 τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.

Ἑλένη

586 Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι.

Μενελέως

587 πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά ⟨τʼ⟩ ἐν Τροίᾳ θʼ ἅμα;

Ἑλένη

588 τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ.

Μενελέως

589 μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.

Ἑλένη

590 λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη;

Μενελέως

591 καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ.

Ἑλένη

592 ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν.

Μενελέως

593 τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ.

Ἑλένη

594 οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα;

595 οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι

596 Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.

Ἄγγελος

597 Μενέλαε, μαστεύων σε κιγχάνω μόλις

598 πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,

599 πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.

Μενελέως

600 τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο;

Ἄγγελος

601 θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον.

Μενελέως

602 λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.

Ἄγγελος

603 λέγω πόνους σε μυρίους τλῆναι μάτην.

Μενελέως

604 παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί;

Ἄγγελος

605 βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς

606 ἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται

607 λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν,

608 τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγες

609 πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις

610 ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,

611 δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν.

612 ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν,

613 τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν

614 ἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς

615 ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.

616 ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα;

617 ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς

618 ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον

619 δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν

620 ἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ

621 πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.

Μενελέως

622 τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι

623 οἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,

624 ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.

Ἑλένη

625 ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος

626 παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.

627 ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,

628 περί τʼ ἐπέτασα χέρα

629 φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.

Μενελέως

630 κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων

631 οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.

Ἑλένη

632 γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας

633 ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,

634 περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,

635 ὦ πόσις, ὡς λάβω.

Μενελέως

636 ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην·

637 ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ,

638 ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι

640 ξυνομαίμονες ὤλβισαν ὤλβισαν

641 τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ

642 πρὸς ἄλλαν ἐλαύνει

643 θεὸς συμφορὰν τᾶσδε κρείσσω.

644 τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν

645 χρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας.

Χορός

646 ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι·

647 δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ.

Ἑλένη

648 φίλαι φίλαι, τὰ πάρος οὐκέτι

649 στένομεν οὐδʼ ἀλγῶ.

650 πόσιν ἐμὸν ἔχομεν [ἔχομεν,] ὃν [ἔμενον]

651 ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.

Μενελέως

652 ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους

653 μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.

654 ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει

655 χάριτος ἢ λύπας.

Ἑλένη

656 τί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε;

657 ἀδόκητον ἔχω σε πρὸς στέρνοις.

Μενελέως

658 κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν

659 μολεῖν Ἰλίου τε μελέους πύργους.

660 πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;

Ἑλένη

661 ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις,

662 ἒ ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν.

Μενελέως

663 λέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.

Ἑλένη

664 ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.

Μενελέως

665 ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.

Ἑλένη

666 οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία

667 πετομένας κώπας,

668 πετομένου δʼ ἔρωτος ἀδίκων γάμων […]

Μενελέως

669 τίς ⟨γάρ⟩ σε δαίμων ἢ πότμος συλᾷ πάτρας;

Ἑλένη

670 ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ […]

671 ἐπέλασεν Νείλῳ.

Μενελέως

672 θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.

Ἑλένη

673 κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω

674 δάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν.

Μενελέως

675 Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν;

Ἑλένη

676 ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,

677 ἵνα θεαὶ μορφὰν

678 ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.

Μενελέως

679 τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν — ;

Ἑλένη

680 Πάριν ὡς ἀφέλοιτο —

Μενελέως

680b πῶς; αὔδα.

Ἑλένη

681 Κύπρις ᾧ μʼ ἐπένευσεν —

Μενελέως

681b ὦ τλᾶμον.

Ἑλένη

682 τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ.

Μενελέως

683 εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.

Ἑλένη

684 τὰ δὲ ⟨σὰ⟩ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-

685 τερ, οἲ ʼγώ.

Μενελέως

685b τί φῄς;

Ἑλένη

686 οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον

687 διʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.

Μενελέως

688 ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος;

Ἑλένη

689 ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει

690 γάμον ἄγαμον ⟨ἐμόν⟩.

Μενελέως

691 ὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις,

692 τάδε καὶ σὲ διώλεσε μυριάδας τε

693 χαλκεόπλων Δαναῶν.

Ἑλένη

694 ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν

695 ἔβαλε θεὸς ἀπό ⟨τε⟩ πόλεος ἀπό τε σέθεν,

696 ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον — οὐ λιποῦσʼ

697 ἐπʼ αἰσχροῖς γάμοις.

Χορός

698 εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος

699 τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.

Ἄγγελος

700 Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,

701 ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω.

Μενελέως

702 ἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.

Ἄγγελος

703 οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;

Μενελέως

704 οὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι,

705 νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν.

Ἄγγελος

706 τί φῄς;

707 νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι;

Μενελέως

708 Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.

Ἄγγελος

709 ἡ δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;

Μενελέως

710 αὕτη· λόγοις [δʼ] ἐμοῖσι πίστευσον τάδε.

Ἄγγελος

711 ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον

712 καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει

713 ἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ,

714 ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,

715 βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.

716 σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,

717 σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.

718 σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχει

719 αὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα.

720 οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω

721 ᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται.

722 νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν

723 καὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις

724 ἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις

725 ξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον.

726 κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν

727 καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.

728 ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις,

729 ἐν τοῖσι γενναίοισιν ἠριθμημένος

730 δούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον,

731 τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖν

732 ἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰς

733 ἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.

Μενελέως

734 ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα

735 μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί,

736 καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας

737 ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις

738 τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης,

739 μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν

740 ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν,

741 κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,

742 φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης

743 ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.

Ἄγγελος

744 ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων

745 ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα.

746 οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς

747 οὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι

748 τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.

749 Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ

750 νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους

751 οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.

752 εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο;

753 τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ

754 θύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν·

755 βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,

756 κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν·

757 γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία.

Χορός

758 ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι

759 χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν

760 φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.

Ἑλένη

761 εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει.

762 ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,

763 κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις

764 τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.

Μενελέως

765 ἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ.

766 τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς

767 τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα

768 Κρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις,

769 σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ⟨ἂν⟩

770 μύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι,

771 πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.

Ἑλένη

772 κάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ.

773 ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον

774 πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;

Μενελέως

775 ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα

776 ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.

Ἑλένη

777 φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον

778 σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.

Μενελέως

779 πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι.

Ἑλένη

780 φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός.

781 θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.

Μενελέως

782 τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;

Ἑλένη

783 ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.

Μενελέως

784 ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;

Ἑλένη

785 ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ.

Μενελέως

786 ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;

Ἑλένη

787 ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.

Μενελέως

788 τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω.

Ἑλένη

789 ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;

Μενελέως

790 τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.

Ἑλένη

791 οὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ.

Μενελέως

792 τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.

Ἑλένη

793 πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.

Μενελέως

794 οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω.

Ἑλένη

795 ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.

Μενελέως

796 τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.

Ἑλένη

797 ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;

Μενελέως

798 ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;

Ἑλένη

799 ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.

Μενελέως

800 βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις;

Ἑλένη

801 ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.

Μενελέως

802 οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν ⟨σʼ⟩ ἔξεστί μοι;

Ἑλένη

803 ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.

Μενελέως

804 οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.

Ἑλένη

805 μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός.

Μενελέως

806 λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.

Ἑλένη

807 κρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη.

Μενελέως

808 ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια.

Ἑλένη

809 οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.

Μενελέως

810 οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;

Ἑλένη

811 εἴσῃ. τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ.

Μενελέως

812 σιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας;

Ἑλένη

813 ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.

Μενελέως

814 δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.

Ἑλένη

815 μίʼ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν.

Μενελέως

816 ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;

Ἑλένη

817 εἰ μὴ τύραννός ⟨σʼ⟩ ἐκπύθοιτʼ ἀφιγμένον.

Μενελέως

818 ἐρεῖ δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ.

Ἑλένη

819 ἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.

Μενελέως

820 φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;

Ἑλένη

821 οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν.

Μενελέως

822 χρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον.

Ἑλένη

823 πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε.

Μενελέως

824 θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.

Ἑλένη

825 ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν —

Μενελέως

826 τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα;

Ἑλένη

827 παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.

Μενελέως

828 πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;

Ἑλένη

829 κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ.

Μενελέως

830 σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.

Ἑλένη

831 ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.

Μενελέως

832 φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;

Ἑλένη

833 θανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ.

Μενελέως

834 προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις.

Ἑλένη

835 ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα […]

Μενελέως

836 τί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη;

Ἑλένη

837 ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.

Μενελέως

838 ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.

Ἑλένη

839 ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος.

Μενελέως

840 κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.

Ἑλένη

841 πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν;

Μενελέως

842 τύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.

843 πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα

844 λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας·

845 τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος

846 οὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον,

847 ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως,

848 Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς,

849 τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν

850 οὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ;

851 μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,

852 εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕπο

853 κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,

854 κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.

Χορός

855 ὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος

856 τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.

Ἑλένη

857 οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω.

858 Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμων

859 ἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος

860 κλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον;

861 ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένον

862 δεῦρʼ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην.

863 Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς

864 ἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ.

Θεονόη

865 ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας

866 θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,

867 ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·

868 σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ

869 στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,

870 κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.

871 νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος

872 ἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε.

873 Ἑλένη, τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα;

874 ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής,

875 νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.

876 ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,

877 οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς·

878 ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι

879 ἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι.

880 Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,

881 νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει

882 ξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,

883 δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·

884 Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,

885 ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ

886 τὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις.

887 τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις,

888 λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω,

889 εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον,

890 κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδε

891 εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς […]

892 τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ

893 παρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;

Ἑλένη

894 ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ

895 καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα

896 ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ

897 λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·

898 μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν

899 τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,

900 σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ

901 τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,

902 χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.

903 μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ

904 κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.

905 [ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν.]

906 κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς

907 καὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένους

908 τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ.

909 ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί,

910 Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει

911 τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.

912 πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς

913 τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν;

914 ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·

915 πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας

916 βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;

917 δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον

918 νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί.

919 εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη

920 τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,

921 τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,

922 αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι,

923 τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.

924 τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς,

925 ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης·

926 Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·

927 ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν

928 πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.

929 ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης ⟨πάλιν⟩,

930 κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν

931 ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων,

932 πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ,

933 ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ,

934 τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν

935 ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.

936 κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη,

937 πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων·

938 νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι;

939 μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε·

940 δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους

941 πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε

942 κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς

943 ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.

Χορός

944 οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,

945 οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ

946 λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.

Μενελέως

947 ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ

948 οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν

949 δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.

950 καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς

951 ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν.

952 ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,

953 αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας.

954 ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον

955 ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν,

956 ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ,

957 ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις

958 ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.

959 ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα

960 καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,

961 λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·

962 ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,

963 ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,

964 ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.

965 οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών·

966 ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον

967 οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον

968 κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.

969 ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,

970 ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα

971 πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις·

972 ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,

973 ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον

974 κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη.

975 εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,

976 ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.

977 ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε,

978 πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ

979 κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.

980 ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί,

981 λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,

982 κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν

983 πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε

984 τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ

985 τάφου καταστάζωσι· κεισόμεσθα δὲ

986 νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ,

987 ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.

988 οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν

989 οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι,

990 εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς.

991 τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος

992 ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.

993 κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·

994 μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,

995 ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω.

Χορός

996 ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·

997 οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.

Θεονόη

998 ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι,

999 φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς

1000 οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν

1001 δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.

1002 ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα

1003 ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα

1004 ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.

1005 Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν,

1006 ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶ

1007 ἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ·

1008 πειράσομαι δὲ παρθένος μένειν ἀεί.

1009 ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί,

1010 ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν,

1011 εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων

1012 ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ.

1013 καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις

1014 καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς

1015 τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει

1016 ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών.

1017 ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι

1018 ἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ

1019 ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.

1020 εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως,

1021 ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.

1022 αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε,

1023 ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι.

1024 ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε

1025 τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,

1026 Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν

1027 ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.

1028 σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω,

1029 οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς.

Χορός

1030 οὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς,

1031 ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας.

Ἑλένη

1032 Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα·

1033 τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ

1034 κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.

Μενελέως

1035 ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας

1036 καὶ συντέθραψαι προσπόλοισι βασιλέως.

Ἑλένη

1037 τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας

1038 ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.

Μενελέως

1039 πείσειας ἄν τινʼ οἵτινες τετραζύγων

1040 ὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους;

Ἑλένη

1041 πείσαιμʼ ⟨ἄν⟩· ἀλλὰ τίνα φυγὴν φευξούμεθα

1042 πεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός;

Μενελέως

1043 ἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις

1044 κτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει;

Ἑλένη

1045 οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν

1046 μέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν.

Μενελέως

1047 ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν

1048 φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει.

Ἑλένη

1049 ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.

1050 βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;

Μενελέως

1051 κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν

1052 ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.

Ἑλένη

1053 καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα

1054 κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.

Μενελέως

1055 σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος;

1056 παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις.

Ἑλένη

1057 ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ

1058 θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.

Μενελέως

1059 καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς

1060 σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας;

Ἑλένη

1061 δοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαι

1062 κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.

Μενελέως

1063 ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς

1064 θεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει.

Ἑλένη

1065 ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα

1066 χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.

Μενελέως

1067 τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι

1068 καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.

Ἑλένη

1069 σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς

1070 πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.

Μενελέως

1071 καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω,

1072 ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.

Ἑλένη

1073 σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον

1074 λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.

Μενελέως

1075 ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.

1076 ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;

Ἑλένη

1077 σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον

1078 Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.

Μενελέως

1079 καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη

1080 ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.

Ἑλένη

1081 ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·

1082 τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.

Μενελέως

1083 πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ

1084 ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;

Ἑλένη

1085 αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,

1086 τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.

1087 ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ

1088 πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι

1089 παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.

1090 μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς·

1091 ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη,

1092 ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.

1093 ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις

1094 Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων,

1095 αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν

1096 ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.

1097 σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,

1098 κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ.

1099 ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος

1100 τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις.

1101 θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις,

1102 ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν,

1103 ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα

1104 ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων;

1105 εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν

1106 πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.

Χορός

1107 σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις

1108 μουσεῖα καὶ θάκους ἐνί-

1109 ζουσαν ἀναβοάσω,

1110 σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν

1111 ἀηδόνα δακρυόεσσαν,

1111a ἔλθʼ ὦ διὰ ξουθᾶν

1112 γενύων ἐλελιζομένα

1113 θρήνων ἐμοὶ ξυνεργός,

1114 Ἑλένας μελέας πόνους

1115 τὸν Ἰλιάδων τʼ ἀει-

1115a δούσᾳ δακρυόεντα πότμον

1116 Ἀχαιῶν ὑπὸ λόγχαις·

1117 ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ

1118 ὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων

1119 Λακεδαίμονος ἄπο λέχεα

1120 σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος

1121 πομπαῖσιν Ἀφροδίτας.

Χορός

1122 πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναις

1123 ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-

1124 δαν μέλεον ἔχουσιν,

1125 ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν·

1126 ἄνυμφα δὲ μέλαθρα κεῖται·

1126a πολλοὺς δὲ πυρσεύσας

1127 φλογερὸν σέλας ἀμφιρύταν

1128 Εὔβοιαν εἷλʼ Ἀχαιῶν

1129 μονόκωπος ἀνήρ, πέτραις

1129a Καφηρίσιν ἐμβαλὼν

1130 Αἰγαίαις τʼ ἐνάλοις δόλιον

1131 ἀκταῖς ἀστέρα λάμψας.

1132 ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ,

1133 ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς

1134 γέρας, οὐ γέρας ἀλλʼ ἔριν,

1135 Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων,

1136 εἴδωλον ἱερὸν Ἥρας.

Χορός

1137 ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,

1138 τίς φησʼ ἐρευνήσας βροτῶν

1139 μακρότατον πέρας εὑρεῖν

1140 ὃς τὰ θεῶν ἐσορᾷ

1141 δεῦρο καὶ αὖθις ἐκεῖσε

1142 καὶ πάλιν ἀντιλόγοις

1143 πηδῶντʼ ἀνελπίστοις τύχαις;

1144 σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·

1145 πτανὸς γὰρ ἐν κόλποις σε Λή-

1146 δας ἐτέκνωσε πατήρ.

1147 κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίαν

1148 προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχω

1149 τί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς·

1150 τὸ τῶν θεῶν ⟨δʼ⟩ ἔπος ἀλαθὲς ηὗρον.

Χορός

1151 ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ

1152 λόγχαισί τʼ ἀλκαίου δορὸς

1153 κτᾶσθε, πόνους ἀμαθῶς θνα-

1154 τῶν καταπαυόμενοι·

1155 εἰ γὰρ ἅμιλλα κρινεῖ νιν

1156 αἵματος, οὔποτʼ ἔρις

1157 λείψει κατʼ ἀνθρώπων πόλεις·

1158 ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,

1159 ἐξὸν διορθῶσαι λόγοις

1160 σὰν ἔριν, ὦ Ἑλένα.

1161 νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,

1162 τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,

1163 ἐπὶ δὲ πάθεα πάθεσι φέρεις

1164 ἀθλίοις συμφοραῖς αἰλίνοις.

Θεοκλύμενος

1165 ὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρ

1166 ἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως·

1167 ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμους

1168 Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.

1169 ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,

1170 δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς·

1171 ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή·

1172 οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;

1173 καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ

1174 ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,

1175 ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον

1176 Ἑλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον.

1177 ἔα·

1178 ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα

1179 ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδρας

1179a ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.

1180 ὠή, χαλᾶτε κλῇθρα· λύεθʼ ἱππικὰ

1181 φάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα,

1182 ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆς

1183 τῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι. —

1184 ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομεν

1185 παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.

1186 αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς

1187 λευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦς

1188 κόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισας

1189 χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα

1190 κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη

1191 στένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθεν

1192 κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;

Ἑλένη

1193 ὦ δέσποτʼ — ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος —

1194 ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι.

Θεοκλύμενος

1195 ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;

Ἑλένη

1196 Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ μοι.

Θεοκλύμενος

1197 οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ.

1198 πῶς ⟨δʼ⟩ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;

Ἑλένη

1199 κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο.

Θεοκλύμενος

1200 ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ;

Ἑλένη

1201 ἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν.

Θεοκλύμενος

1202 τίς ἐστι; ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω.

Ἑλένη

1203 ὅδʼ ὃς κάθηται τῷδʼ ὑποπτήξας τάφῳ.

Θεοκλύμενος

1204 Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.

Ἑλένη

1205 οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν.

Θεοκλύμενος

1206 ποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;

Ἑλένη

1207 Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.

Θεοκλύμενος

1208 θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;

Ἑλένη

1209 οἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.

Θεοκλύμενος

1210 ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;

Ἑλένη

1211 Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.

Θεοκλύμενος

1212 καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης;

Ἑλένη

1213 ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι.

Θεοκλύμενος

1214 λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;

Ἑλένη

1215 ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.

Θεοκλύμενος

1216 ὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίῳ σκάφει;

Ἑλένη

1217 ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει.

Θεοκλύμενος

1218 ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;

Ἑλένη

1219 νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται.

Θεοκλύμενος

1220 ὦ Πρίαμε καὶ γῆ Τρῳάς, ⟨ὡς⟩ ἔρρεις μάτην.

Ἑλένη

1221 κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.

Θεοκλύμενος

1222 πόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;

Ἑλένη

1223 ἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.

Θεοκλύμενος

1224 τῶνδʼ οὕνεκʼ ἔταμες βοστρύχους ξανθῆς κόμης·

Ἑλένη

1225 φίλος γάρ ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν.

Θεοκλύμενος

1226 ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται —

Ἑλένη

1227 ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.

Θεοκλύμενος

1228 οὐ δῆτα. πῶς οὖν; τόνδʼ ἔτʼ οἰκήσεις τάφον;

Ἑλένη

1229 τί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾷς;

Θεοκλύμενος

1230 πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με.

Ἑλένη

1231 ἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων.

Θεοκλύμενος

1232 χρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε.

Ἑλένη

1233 οἶσθʼ οὖν ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα.

Θεοκλύμενος

1234 ἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.

Ἑλένη

1235 σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.

Θεοκλύμενος

1236 μεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον.

Ἑλένη

1237 πρός νύν σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος —

Θεοκλύμενος

1238 τί χρῆμα θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ;

Ἑλένη

1239 τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.

Θεοκλύμενος

1240 τί δʼ; ἔστʼ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν;

Ἑλένη

1241 Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ —

Θεοκλύμενος

1242 τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.

Ἑλένη

1243 κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.

Θεοκλύμενος

1244 κτέριζʼ· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός.

Ἑλένη

1245 οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.

Θεοκλύμενος

1246 πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.

Ἑλένη

1247 ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.

Θεοκλύμενος

1248 τί σοι παράσχω δῆτα τῷ τεθνηκότι;

Ἑλένη

1249 ὅδʼ οἶδʼ, ἐγὼ δʼ ἄπειρος, εὐτυχοῦσα πρίν.

Θεοκλύμενος

1250 ὦ ξένε, λόγων μὲν κληδόνʼ ἤνεγκας φίλην.

Μενελέως

1251 οὔκουν ἐμαυτῷ γʼ οὐδὲ τῷ τεθνηκότι.

Θεοκλύμενος

1252 πῶς τοὺς θανόντας θάπτετʼ ἐν πόντῳ νεκρούς;

Μενελέως

1253 ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ.

Θεοκλύμενος

1254 πλούτου λέγʼ οὕνεχʼ ὅ τι θέλεις ταύτης χάριν.

Μενελέως

1255 προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.

Θεοκλύμενος

1256 τίνος; σύ μοι σήμαινε, πείσομαι δʼ ἐγώ.

Μενελέως

1257 αὐτὸς σὺ γίγνωσκʼ· ἀρκέσει γὰρ ἃν διδῷς.

Θεοκλύμενος

1258 ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.

Μενελέως

1259 διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.

Θεοκλύμενος

1260 οὐ τῶνδʼ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.

Μενελέως

1261 καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.

Θεοκλύμενος

1262 ἔσται· τί δʼ ἄλλο προσφέρειν νομίζεται;

Μενελέως

1263 χαλκήλαθʼ ὅπλα· καὶ γὰρ ἦν φίλος δορί.

Θεοκλύμενος

1264 ἄξια τάδʼ ἔσται Πελοπιδῶν ἃ δώσομεν.

Μενελέως

1265 καὶ τἄλλʼ ὅσα χθὼν καλὰ φέρει βλαστήματα.

Θεοκλύμενος

1266 πῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε;

Μενελέως

1267 ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.

Θεοκλύμενος

1268 πόσον δʼ ἀπείργει μῆκος ἐκ γαίας δόρυ;

Μενελέως

1269 ὥστʼ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.

Θεοκλύμενος

1270 τί δή; τόδʼ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;

Μενελέως

1271 ὡς μὴ πάλιν γῇ λύματʼ ἐκβάλῃ κλύδων.

Θεοκλύμενος

1272 Φοίνισσα κώπη ταχύπορος γενήσεται.

Μενελέως

1273 καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν.

Θεοκλύμενος

1274 οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;

Μενελέως

1275 μητρὸς τόδʼ ἔργον ἢ γυναικὸς ἢ τέκνων.

Θεοκλύμενος

1276 ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.

Μενελέως

1277 ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.

Θεοκλύμενος

1278 ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.

1279 ἐλθὼν δʼ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ·

1280 καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,

1281 δράσαντα τῇδε πρὸς χάριν· φήμας δʼ ἐμοὶ

1282 ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας

1283 ἐσθῆτα λήψῃ σῖτά θʼ, ὥστε σʼ ἐς πάτραν

1284 ἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ.

1285 σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις

1286 τρύχουσα σαυτήν — Μενέλεως δʼ ἔχει πότμον,

1287 κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις.

Μενελέως

1288 σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν

1289 στέργειν πόσιν χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν·

1290 ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.

1291 ἢν δʼ Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας,

1293 παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ

1292 οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.

Ἑλένη

1294 ἔσται τάδʼ· οὐδὲ μέμψεται πόσις ποτὲ

1295 ἡμῖν· σὺ δʼ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε.

1296 ἀλλʼ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε

1297 ἐσθῆτά τʼ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς

1298 εὐεργετήσω σʼ· εὐμενέστερον γὰρ ἂν

1299 τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα

1300 δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.

Χορός

1301 Ὀρεία ποτὲ δρομάδι κώ-

1302 λῳ μάτηρ θεῶν ἐσύθη ἀνʼ

1303 ὑλάεντα νάπη

1304 ποτάμιόν τε χεῦμʼ ὑδάτων

1305 βαρύβρομόν τε κῦμʼ ἅλιον

1306 πόθῳ τᾶς ἀποιχομένας

1307 ἀρρήτου κούρας.

1308 κρόταλα δὲ βρόμια διαπρύσιον

1309 ἱέντα κέλαδον ἀνεβόα,

1310 θηρῶν ὅτε ζυγίους

1311 ζευξάσᾳ θεᾷ σατίνας

1312 τὰν ἁρπασθεῖσαν κυκλίων

1313 χορῶν ἔξω παρθενίων

1314 μετὰ κούραν, ἀελλόποδες,

1315 ἃ μὲν τόξοις Ἄρτεμις, ἃ δʼ

1316 ἔγχει Γοργῶπις πάνοπλος,

1317 ⟨συνείποντο. Ζεὺς δʼ ἑδράνων⟩

1318 αὐγάζων ἐξ οὐρανίων

1318a ἄλλαν μοῖραν ἔκραινε.

Χορός

1319 δρομαῖον δʼ ὅτε πολυπλάνη-

1320 τον μάτηρ ἔπαυσε πόνον,

1321 μαστεύουσα πόνους

1322 θυγατρὸς ἁρπαγὰς δολίους,

1323 χιονοθρέμμονάς γʼ ἐπέρασʼ

1324 Ἰδαιᾶν Νυμφᾶν σκοπιάς·

1325 ῥίπτει δʼ ἐν πένθει

1326 πέτρινα κατὰ δρία πολυνιφέα·

1327 βροτοῖσι δʼ ἄχλοα πεδία γᾶς

1328 οὐ καρπίζουσʼ ἀρότοις

1329 λαῶν [δὲ] φθείρει γενεάν·

1330 ποίμναις δʼ οὐχ ἵει θαλερὰς

1331 βοσκὰς εὐφύλλων ἑλίκων,

1332 πόλεων δʼ ἀπέλειπε βίος·

1333 οὐδʼ ἦσαν θεῶν θυσίαι,

1334 βωμοῖς δʼ ἄφλεκτοι πέλανοι·

1335 πηγὰς δʼ ἀμπαύει δροσερὰς

1336 λευκῶν ἐκβάλλειν ὑδάτων

1337 πένθει παιδὸς ἀλάστωρ.

Χορός

1338 ἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίνας

1339 θεοῖς βροτείῳ τε γένει,

1340 Ζεὺς μειλίσσων στυγίους

1341 ματρὸς ὀργὰς ἐνέπει·

1342 βᾶτε, σεμναὶ Χάριτες,

1343 ἴτε, τᾷ περὶ παρθένῳ

1344 Δηοῖ θυμωσαμένᾳ

1344a λύπαν ἐξαλλάξατʼ ἀλαλᾷ,

1345 Μοῦσαί θʼ ὕμνοισι χορῶν.

1346 χαλκοῦ δʼ αὐδὰν χθονίαν

1347 τύπανά τʼ ἔλαβε βυρσοτενῆ

1348 καλλίστα τότε πρῶτα μακά-

1349 ρων Κύπρις· γέλασέν τε θεὰ

1350 δέξατό τʼ ἐς χέρας

1351 βαρύβρομον αὐλὸν

1352 τερφθεῖσʼ ἀλαλαγμῷ.

Χορός

1353 ὧν οὐ θέμις ⟨σʼ⟩ οὔθʼ ὁσία

1354 ʼπʼύρωσας ἐν ⟨θεῶν⟩ θαλάμοις,

1355 μῆνιν δʼ ἔσχες μεγάλας

1356 ματρός, ὦ παῖ, θυσίας

1357 οὐ σεβίζουσα θεᾶς.

1358 μέγα τοι δύναται νεβρῶν

1359 παμποίκιλοι στολίδες

1360 κισσοῦ τε στεφθεῖσα χλόα

1361 νάρθηκας εἰς ἱερούς,

1362 ῥόμβου θʼ εἱλισσομένα

1363 κύκλιος ἔνοσις αἰθερία,

1364 βακχεύουσά τʼ ἔθειρα Βρομί-

1365 ῳ καὶ παννυχίδες θεᾶς.

1366 εὖ δέ νιν ἄμασιν

1367 ὑπέρβαλε σελάνα

1368 μορφᾷ μόνον ηὔχεις.

Ἑλένη

1369 τὰ μὲν κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·

1370 ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη

1371 πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη

1372 οὐκ εἶπʼ ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶ

1373 οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.

1374 ⟨⟩

1374a κάλλιστα δῆτʼ ἀνήρπασʼ ἐν τύχῃ πόσις·

1375 ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα,

1376 ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρα

1377 αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών,

1378 ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.

1379 προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο,

1380 ὡς βαρβάρων τρόπαια μυρίων χερὶ

1381 θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,

1382 πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆς

1383 ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα

1384 ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.

1385 ἀλλʼ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς

1386 γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,

1387 σιγητέον μοι· καὶ σὲ προσποιούμεθα

1388 εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα

1389 σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.

Θεοκλύμενος

1390 χωρεῖτʼ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,

1391 δμῶες, φέροντες ἐνάλια κτερίσματα.

1392 Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν,

1393 πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε

1394 πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς.

1395 δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος

1396 πείσῃ μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιον

1397 τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·

1398 ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις.

Ἑλένη

1399 ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει

1400 τὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίας

1401 τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν

1402 καὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάρις

1403 ξὺν κατθανόντι κατθανεῖν; ἔα δέ με

1404 αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.

1405 θεοὶ δὲ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω,

1406 καὶ τῷ ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε.

1407 ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασι

1408 γυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς

1409 κἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε.

1410 ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν,

1411 πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.

Θεοκλύμενος

1412 χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον

1413 Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.

Ἑλένη

1414 οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;

Θεοκλύμενος

1415 μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.

Ἑλένη

1416 αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.

Θεοκλύμενος

1417 αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον.

Ἑλένη

1418 ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.

Θεοκλύμενος

1419 μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.

Ἑλένη

1420 ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.

Θεοκλύμενος

1421 τὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος.

Ἑλένη

1422 ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω.

Θεοκλύμενος

1423 οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν.

Ἑλένη

1424 οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.

Θεοκλύμενος

1425 ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς.

Ἑλένη

1426 οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.

Θεοκλύμενος

1427 βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;

Ἑλένη

1428 ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.

Θεοκλύμενος

1429 ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·

1430 καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε

1431 ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις

1432 φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων

1433 ἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ

1434 γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις

1435 ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ.

1436 σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας

1437 τῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε,

1438 πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων,

1439 ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ

1440 στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.

Μενελέως

1441 ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,

1442 βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.

1443 ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς

1444 σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί,

1445 ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.

1446 ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.

1447 κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν

1448 καὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς,

1449 ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν

1450 δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.

Χορός

1451 Φοίνισσα Σιδωνιὰς ὦ

1452 ταχεῖα κώπα, ῥοθίοισι μάτηρ

1453 εἰρεσίας φίλα,

1454 χοραγὲ τῶν καλλιχόρων

1455 δελφίνων, ὅταν αὔραις

1456 πέλαγος ἀνήνεμον ᾖ,

1457 γλαυκὰ δὲ Πόντου θυγάτηρ

1458 Γαλάνεια τάδʼ εἴπῃ·

1459 κατὰ μὲν ἱστία πετάσατʼ αὔ-

1460 ραις λιπόντες εἰναλίαις,

1461 λάβετε δʼ εἰλατίνας πλάτας,

1462 ὦ ναῦται, ναῦται,

1463 πέμποντες εὐλιμένους

1464 Περσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς.

Χορός

1465 ἦ που κόρας ἂν ποταμοῦ

1466 παρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ

1467 Παλλάδος ἂν λάβοις

1468 χρόνῳ ξυνελθοῦσα χοροῖς

1469 ἢ κώμοις Ὑακίνθου

1470 νύχιον ἐς εὐφροσύναν,

1471 ὃν ἐξαμιλλησάμενος

1472 τροχῷ τέρμονα δίσκου

1473 ἔκανε Φοῖβος, τᾷ Λακαί-

1474 νᾳ γᾷ βούθυτον ἁμέραν·

1475 ὁ Διὸς δʼ εἶπε σέβειν γόνος·

1476 μόσχον θʼ, ἃν οἴκοις

1476a ⟨ἔλειπες, Ἑρμιόναν,⟩

1477 ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.

Χορός

1478 διʼ ἀέρος εἴθε ποτανοὶ

1479 γενοίμεσθʼ ᾇ Λιβύας

1480 οἰωνοὶ στοχάδες

1481 ὄμβρον λιποῦσαι χειμέριον

1482 νίσονται πρεσβυτάτᾳ

1483 σύριγγι πειθόμεναι

1485 ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς

1486 ἐπιπετόμενος ἰαχεῖ.

1487 ὦ πταναὶ δολιχαύχενες,

1488 σύννομοι νεφέων δρόμου,

1489 βᾶτε Πλειάδας ὑπὸ μέσας

1490 ὠρίωνά τʼ ἐννύχιον·

1491 καρύξατʼ ἀγγελίαν,

1492 Εὐρώταν ἐφεζόμεναι,

1493 Μενέλεως ὅτι Δαρδάνου

1494 πόλιν ἑλὼν δόμον ἥξει.

Χορός

1495 μόλοιτέ ποθʼ ἵππιον οἶμον

1496 διʼ αἰθέρος ἱέμενοι

1497 παῖδες Τυνδαρίδαι,

1498 λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν·

1499 οἳ ναίετʼ οὐράνιοι,

1500 σωτῆρες τᾶς Ἑλένας,

1501 γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτων

1502 ῥόθια πολιὰ θαλάσσας,

1503 ναύταις εὐαεῖς ἀνέμων

1505 πέμποντες Διόθεν πνοάς·

1506 δύσκλειαν δʼ ἀπὸ συγγόνου

1507 βάλετε βαρβάρων λεχέων,

1508 ἃν Ἰδαίων ἐρίδων

1509 ποιναθεῖσʼ ἐκτήσατο, γᾶν

1510 οὐκ ἐλθοῦσά ⟨ποτʼ⟩ Ἰλίου

1511 Φοιβείους ἐπὶ πύργους.

Ἄγγελος

1512 ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν·

1513 ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα.

Θεοκλύμενος

1514 τί δʼ ἔστιν;

Ἄγγελος

1514b ἄλλης ἐκπόνει μνηστεύματα

1515 γυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός.

Θεοκλύμενος

1516 πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί;

Ἄγγελος

1517 Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,

1518 ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.

Θεοκλύμενος

1519 ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία

1520 ἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις.

Ἄγγελος

1521 ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων

1522 ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.

Θεοκλύμενος

1523 πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων

1524 ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα

1525 τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.

Ἄγγελος

1526 ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους

1527 ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη

1528 σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε

1529 πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.

1530 ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων,

1531 Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν

1532 ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα

1533 ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο·

1534 ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο

1535 ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν

1536 πηδάλιά τε ζεύγλαισι παρακαθίετο.

1537 κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι,

1538 Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι

1539 προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι

1540 πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν.

1541 ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος

1542 προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·

1543 ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε

1544 Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;

1545 ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε,

1546 ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ;

1547 οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,

1548 ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα

1549 φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία

1550 λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν

1551 ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως

1552 τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς

1553 ξένον κελεύσας πάντα συνέχεας τάδε.

1554 καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς

1555 ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς

1556 οὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα,

1557 ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳ

1558 κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων

1559 μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δʼ Ἑλένης πόσις

1560 ἐκάλεσεν· ὦ πέρσαντες Ἰλίου πόλιν,

1561 οὐκ εἶʼ ἀναρπάσαντες Ἑλλήνων νόμῳ

1562 νεανίαις ὤμοισι ταύρειον δέμας

1563 ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θʼ ἅμα

1564 πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι;

1565 οἳ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασαν

1566 ταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα.

1567 μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην

1568 μέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ.

1569 τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο,

1570 πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί

1571 Ἑλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις,

1572 ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας·

1573 ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοι

1574 ἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφη

1575 λαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατο

1576 βοῆς κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν.

1577 ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσω

1578 οὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ·

1579 ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει —

1580 πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.

1581 ὃ δʼ εἶφʼ· ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφος

1582 ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ

1583 σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,

1584 τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλα

1585 πόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι,

1586 σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τε

1587 ἄσυλον ἐκ γῆς. αἵματος δʼ ἀπορροαὶ

1588 ἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ.

1589 καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία.

1590 πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ,

1591 σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνου

1592 Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·

1593 τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα,

1594 σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο

1595 ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς

1596 βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·

1597 οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,

1598 ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτην

1599 καθαιματώσει κρᾶτα πολεμίων ξένων;

1600 ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν

1601 κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη·

1602 φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦν

1603 πρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος;

1604 δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕπο

1605 ἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους

1606 νεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα,

1607 ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,

1608 ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,

1609 ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ

1610 σῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰς

1611 ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ.

1612 οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί.

1613 βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνον

1614 καθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα·

1615 ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις

1616 ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοι

1617 τάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίας

1618 οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.

Χορός

1619 οὐκ ἄν ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖν

1620 Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.

Θεοκλύμενος

1621 ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·

1622 ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος

1623 ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·

1624 νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,

1625 ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.

1626 τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.

Θεράπων

1627 οὗτος ὤ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον;

Θεοκλύμενος

1628 οἷπερ ἡ δίκη κελεύει με· ἀλλʼ ἀφίστασʼ ἐκποδών.

Θεράπων

1629 οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα ⟨γὰρ⟩ σπεύδεις κακά.

Θεοκλύμενος

1630 ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν;

Θεράπων

1630b φρονῶ γὰρ εὖ.

Θεοκλύμενος

1631 οὐκ ἔμοιγʼ, εἰ μή μʼ ἐάσεις —

Θεράπων

1631b οὐ μὲν οὖν σʼ ἐάσομεν.

Θεοκλύμενος

1632 σύγγονον κτανεῖν κακίστην —

Θεράπων

1632b εὐσεβεστάτην μὲν οὖν.

Θεοκλύμενος

1633 ἥ με προύδωκεν —

Θεράπων

1633b καλήν γε προδοσίαν, δίκαια δρᾶν.

Θεοκλύμενος

1634 τἀμὰ λέκτρʼ ἄλλῳ διδοῦσα.

Θεράπων

1634b τοῖς γε κυριωτέροις.

Θεοκλύμενος

1635 κύριος δὲ τῶν ἐμῶν τίς;

Θεράπων

1635b ὃς ἔλαβεν πατρὸς πάρα.

Θεοκλύμενος

1636 ἀλλʼ ἔδωκεν ἡ τύχη μοι.

Θεράπων

1636b τὸ δὲ χρεὼν ἀφείλετο.

Θεοκλύμενος

1637 οὐ σὲ τἀμὰ χρὴ δικάζειν.

Θεράπων

1637b ἤν γε βελτίω λέγω.

Θεοκλύμενος

1638 ἀρχόμεσθʼ ἄρʼ, οὐ κρατοῦμεν.

Θεράπων

1638b ὅσια δρᾶν, τὰ δʼ ἔκδικʼ οὔ.

Θεοκλύμενος

1639 κατθανεῖν ἐρᾶν ἔοικας.

Θεράπων

1639b κτεῖνε· σύγγονον δὲ σὴν

1640 οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ⟨ὡς⟩ πρὸ δεσποτῶν

1641 τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.

Διόσκοροι

1642 ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,

1643 Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σε

1644 Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ

1645 ἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους·

1646 οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,

1647 οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη

1648 ἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν

1649 τιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς.

1650 ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον

1651 κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·

1652 ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,

1653 καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι·

1654 ἐν τοῖσι δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις

1655 ἐλθεῖν τʼ ἐς οἴκους καὶ συνοικῆσαι πόσει.

1656 ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,

1657 νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε.

1658 πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,

1659 ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·

1660 ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα

1661 καὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν.

1662 σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω·

1663 πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον·

1664 σωτῆρε δʼ ἡμεῖς σὼ κασιγνήτω διπλῶ

1665 πόντον παριππεύοντε πέμψομεν πάτραν.

1666 ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον,

1667 θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα

1668 σπονδῶν μεθέξεις ξένιά τʼ ἀνθρώπων πάρα

1669 ἕξεις μεθʼ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.

1670 οὗ δʼ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος,

1671 Σπάρτης ἀπάρας, τὸν κατʼ οὐρανὸν δρόμον,

1672 κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,

1673 — φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω —

1674 Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,

1675 ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο.

1676 καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα

1677 μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·

1678 τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,

1679 τῶν δʼ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.

Θεοκλύμενος

1680 ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος

1681 νείκη μεθήσω σφῶν κασιγνήτης πέρι·

1682 ἐγὼ δʼ ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν.

1683 κείνη δʼ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ.

1684 ἴστον δʼ ἀρίστης σωφρονεστάτης θʼ ἅμα

1685 γεγῶτʼ ἀδελφῆς ὁμογενοῦς ἀφʼ αἵματος.

1686 καὶ χαίρεθʼ Ἑλένης οὕνεκʼ εὐγενεστάτης

1687 γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.

Χορός

1688 πολλαὶ μορφαὶ τῶν δαιμονίων,

1689 πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί·

1690 καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη,

1691 τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.

1692 τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.