Ἱκέτιδες
τὰ τοῦ δράματος πρόσωπα
Αἴθρα
Χορός
Θησεύς
Ἄδραστος
Κῆρυξ
Ἄγγελος
Εὐάδνη
Ἶφις
Παῖδες
Ἀθήνα
Αἴθρα
1 Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς
2 τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,
3 εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν
4 πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,
5 ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν
6 Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος
7 Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.
8 ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε
9 γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς
10 ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ,
11 πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας
12 Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
13 ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ
14 Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας
15 μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
16 γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
17 θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ
18 εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν
19 δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.
20 κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς
21 Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε
22 κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην
23 στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·
24 ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς
25 νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς
26 ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,
27 μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ
28 πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς
29 ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν
30 πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται
31 φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.
32 δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος
33 μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν
34 Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν
35 πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,
36 σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι
37 κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,
38 ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,
39 ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς
40 ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων
41 γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.
Χορός
42 — ἱκετεύω σε, γεραιά,
43 γεραιῶν ἐκ στομάτων, πρὸς
44 γόνυ πίπτουσα τὸ σόν·
45 — ἄνομοι […] — τέκνα λῦσαι. — φθιμένων
46 νεκύων οἳ καταλείπουσι μέλη
47 θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·
Χορός
48 — ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων
49 δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ-
50 σὰ δὲ σαρκῶν πολιᾶν
51 καταδρύμματα χειρῶν· τί γάρ; ἃ
52 φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις
53 προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
Χορός
54 — ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον
55 φίλα ποιησαμένα λέ-
56 κτρα πόσει σῷ· μετά νυν
57 δὸς ἐμοὶ σᾶς διανοίας,
58 μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ⟨ʼγὼ⟩
59 φθιμένων οὓς ἔτεκον·
60 παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν
61 τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι
62 νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.
Χορός
63 — ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου-
64 σα προσαιτοῦσʼ ἔμολον δε-
64a ξιπύρους θεῶν θυμέλας·
65 ἔχομεν δʼ ἔνδικα, καὶ σοί
66 τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ-
67 τυχίαν τὰν παρʼ ἐμοὶ
68 καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω
69 σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι
70 νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.
Χορός
71 — ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων
72 διάδοχος, ἀχοῦσι προσπόλων χέρες.
73 ἴτʼ ὦ ξυνῳδοὶ κτύποι,
74 ἴτʼ ὦ ξυναλγηδόνες,
75 χορὸν τὸν Ἅιδας σέβει,
76 διὰ παρῇδος ὄνυχα λευκὸν
77 αἱματοῦτε χρῶτά τε φόνιον·
78 τὰ γὰρ φθιτῶν
78a τοῖς ὁρῶσι κόσμος.
Χορός
79 — ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων
80 πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας
81 ὑγρὰ ῥέουσα σταγὼν
82 ἄπαυστος αἰεί· γόων,
83 τὸ γὰρ θανόντων τέκνων
84 ἐπιπονόν τι κατὰ γυναῖκας
85 ἐς γόους πέφυκε πάθος. ἒ ἔ.
86 θανοῦσα τῶνδʼ
86a ἀλγέων λαθοίμαν.
Θησεύς
87 τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον
88 νεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄπο
89 ἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖ
90 μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί,
91 χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.
92 ἔα·
92a τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων·
93 μητέρα γεραιὰν βωμίαν ἐφημένην
94 ξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν
95 κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων
96 ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ,
97 κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά.
98 τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,
99 ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον.
Αἴθρα
100 ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων
101 τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας
102 ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις
103 φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.
Θησεύς
104 τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;
Αἴθρα
105 Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.
Θησεύς
106 οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;
Αἴθρα
107 οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.
Θησεύς
108 τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;
Αἴθρα
109 οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.
Θησεύς
110 σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.
111 λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον·
112 πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.
Ἄδραστος
113 ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,
114 Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.
Θησεύς
115 τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;
Ἄδραστος
116 οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν.
Θησεύς
117 οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.
Ἄδραστος
118 ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους.
Θησεύς
119 τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται.
Ἄδραστος
120 τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.
Θησεύς
121 κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;
Ἄδραστος
122 κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με.
Θησεύς
123 τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;
Ἄδραστος
124 τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.
Θησεύς
125 ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν;
Ἄδραστος
126 κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.
Θησεύς
127 τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην;
Ἄδραστος
128 σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν.
Θησεύς
129 ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει;
Ἄδραστος
130 πάντες ⟨σʼ⟩ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.
Θησεύς
131 ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;
Ἄδραστος
132 δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.
Θησεύς
133 τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;
Ἄδραστος
134 οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.
Θησεύς
135 ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;
Ἄδραστος
136 Τυδεῖ ⟨γε⟩ Πολυνείκει τε τῷ Θηβαιγενεῖ.
Θησεύς
137 τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών;
Ἄδραστος
138 Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα.
Θησεύς
139 τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;
Ἄδραστος
140 κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ.
Θησεύς
141 σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
Ἄδραστος
142 ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —
Θησεύς
143 τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.
Ἄδραστος
144 Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα.
Θησεύς
145 ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;
Ἄδραστος
146 μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.
Θησεύς
147 ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους;
Ἄδραστος
148 Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.
Θησεύς
149 ὁ δʼ Οἰδίπου ⟨τί⟩, τίνι τρόπῳ Θήβας λιπών;
Ἄδραστος
150 ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.
Θησεύς
151 σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν.
Ἄδραστος
152 ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.
Θησεύς
153 οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται;
Ἄδραστος
154 ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην.
Θησεύς
155 μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα;
Ἄδραστος
156 οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην.
Θησεύς
157 οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.
Ἄδραστος
158 τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
Θησεύς
159 οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;
Ἄδραστος
160 νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.
Θησεύς
161 εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.
Ἄδραστος
162 ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.
163 ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα,
164 ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω
165 πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,
166 πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·
167 ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
168 σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ
169 καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
170 αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,
171 ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα
172 θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
173 πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια,
174 ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
175 κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
176 σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον,
177 πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπειν
178 ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ,
179 τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.
179a […]
180 τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη
181 χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε,
182 οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενος
183 τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.
184 τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα
185 πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;
186 ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε.
187 Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,
188 τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ
189 μόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον·
190 τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν
191 ἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλεις
192 πολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου.
Χορός
193 κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,
194 Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.
Θησεύς
195 ἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγῳ
196 τοιῷδʼ. ἔλεξε γάρ τις ὡς τὰ χείρονα
197 πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων·
198 ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,
199 πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς·
200 εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει.
201 αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου
202 καὶ θηριώδους θεῶν διεσταθμήσατο,
203 πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελον
204 γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,
205 τροφήν τε καρποῦ τῇ τροφῇ τʼ ἀπʼ οὐρανοῦ
206 σταγόνας ὑδρηλάς, ὡς τά γʼ ἐκ γαίας τρέφῃ
207 ἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματος
208 προβλήματʼ, αἶθρον ἐξαμύνασθαι θεοῦ,
209 πόντου τε ναυστολήμαθʼ, ὡς διαλλαγὰς
210 ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.
211 ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,
212 ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς
213 μάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο.
214 ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ
215 δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
216 ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
217 ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι
218 δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
219 ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,
220 ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
221 ξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν,
222 λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν
223 ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα
224 ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
225 εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους.
226 κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος
227 τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε
228 τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.
229 ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
230 μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσας
231 βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
232 νέοις παραχθείς, οἵτινες τιμώμενοι
233 χαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης,
234 φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ,
235 ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών,
236 ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν
237 τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
238 τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοι
239 ἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί·
240 οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου
241 δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος,
242 ἐς τοὺς ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά,
243 γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·
244 τριῶν δὲ μοιρῶν ἡ ʼν μέσῳ σῴζει πόλεις,
245 κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξῃ πόλις.
246 κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι;
247 τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
248 χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,
249 αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δʼ ἐᾶν.
Χορός
250 ἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδε
251 ἔνεστι· συγγνώμην δὲ τῷδʼ ἔχειν χρεών.
252 [ἀλλʼ ὡς ἰατρὸν τῶνδʼ, ἄναξ, ἀφίγμεθα.]
Ἄδραστος
253 οὔτοι δικαστήν ⟨σʼ⟩ εἱλόμην ἐμῶν κακῶν
254 οὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,
255 τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,
256 ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε,
257 στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;
258 ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
259 αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ
260 θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν
261 Δήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς,
262 ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
Χορός
262a […]
263 ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸς
264 ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.
265 τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς
266 γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
267 μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,
268 δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
269 ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς
270 οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
Χορός
271 βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
272 βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
273 τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ,
274 οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
275 [ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.]
276 πρός ⟨σε⟩ γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,
279 ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·
280 οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάταν
281 οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.
282 μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν
283 παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.
284 βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι
285 γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.
Θησεύς
286 μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρη
287 βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους
288 κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.
289 ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει
290 σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.
Αἴθρα
291 αἰαῖ.
Θησεύς
291b τὰ τούτων οὐχὶ σοὶ στενακτέον.
Αἴθρα
292 ὦ τλήμονες γυναῖκες.
Θησεύς
292b οὐ σὺ τῶνδʼ ἔφυς.
Αἴθρα
293 εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;
Θησεύς
294 ὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά.
Αἴθρα
295 ἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.
Θησεύς
296 αἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλοις.
Αἴθρα
297 οὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτε
298 τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,
299 οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν
300 δείσασʼ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν.
301 ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν
302 σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας·
303 τἄλλʼ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ʼσφάλης.
304 πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν
305 τολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως·
306 νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει,
307 κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,
308 ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς
309 τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν
310 ἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί,
311 νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος
312 παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
313 τοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.
314 ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν,
315 πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,
316 δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου
317 ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,
318 οὗ δʼ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν
319 χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.
320 μὴ δῆτʼ ἐμός γʼ ὤν, ὦ τέκνον, δράσῃς τάδε.
321 ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη
322 τοῖς κερτομοῦσι γοργὸν ὄμμʼ ἀναβλέπει
323 σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·
324 αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις
325 σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.
326 οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις
327 προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;
328 ὡς οὔτε ταρβῶ σὺν δίκῃ σʼ ὁρμώμενον,
329 Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα,
330 ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖν
331 πέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν.
Χορός
332 ὦ φιλτάτη μοι, τῷδέ τʼ εἴρηκας καλῶς
333 κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.
Θησεύς
334 ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
335 ὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμην
336 γνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων·
337 ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς,
338 ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
339 φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ
340 ἔθος τόδʼ εἰς Ἕλληνας ἐξελεξάμην,
341 ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
342 οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
343 τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,
344 ὅθʼ ἡ τεκοῦσα χὑπερορρωδοῦσʼ ἐμοῦ
345 πρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον;
346 δράσω τάδʼ· εἶμι καὶ νεκροὺς ἐκλύσομαι
347 λόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸς
348 ἤδη τόδʼ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν.
349 δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.
350 δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου
351 προσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον.
352 καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίαν
353 ἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν.
354 λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων
355 ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,
356 λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους
357 ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους
358 Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος.
359 ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη
360 μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,
361 φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ
362 δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων —
363 κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται
364 παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ.
Χορός
365 — ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,
366 ἐκλύετε τάδʼ, ἐκλύετε
367 ἄνακτος ὅσια περὶ θεοὺς
368 καὶ μεγάλα Πελασγίᾳ
368a καὶ κατʼ Ἄργος.
Χορός
369 — εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν
370 ἱκόμενος ἔτι ματέρος
371 ἄγαλμα φόνιον ἐξέλοι,
372 γᾶν δὲ φίλιον Ἰνάχου
372a θεῖτʼ ὀνήσας.
Χορός
373 — καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος
374 χάριν τʼ ἔχει τὰν ἐς αἰεί.
375 τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοι
376 τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;
Χορός
377 — ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,
378 νόμους βροτῶν μὴ μιαίνειν.
379 σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳ
380 νέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ.
Θησεύς
381 τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖς
382 πόλει τε κἀμοί, διαφέρων κηρύγματα·
383 ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρ
384 σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε·
385 Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,
386 συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,
387 φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών.
388 κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος
389 στεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι·
390 Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.
391 στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν
392 Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.
393 — καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατο
394 πόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο.
395 ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται;
396 Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι,
397 κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνου
398 μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
Κῆρυξ
399 τίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴ
400 λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
401 Ἐτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμους
402 πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;
Θησεύς
403 πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
404 ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεται
405 ἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις.
406 δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
407 ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
408 τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.
Κῆρυξ
409 ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
410 κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄπο
411 ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται·
412 οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
413 πρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει,
414 τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,
415 ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαις
416 κλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης.
417 ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους
418 ὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν;
419 ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους
420 κρείσσω δίδωσι. γαπόνος δʼ ἀνὴρ πένης,
421 εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
422 οὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν.
423 ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
424 ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃ
425 γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.
Θησεύς
426 κομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
427 ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω,
428 ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
429 οὐδὲν τυράννου δυσμενέστερον πόλει,
430 ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι
431 κοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένος
432 αὐτὸς παρʼ αὑτῷ· καὶ τόδʼ οὐκέτʼ ἔστʼ ἴσον.
433 γεγραμμένων δὲ τῶν νόμων ὅ τʼ ἀσθενὴς
434 ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,
435 ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις
436 τὸν εὐτυχοῦντα ταὔθʼ, ὅταν κλύῃ κακῶς,
437 νικᾷ δʼ ὁ μείων τὸν μέγαν δίκαιʼ ἔχων.
438 τοὐλεύθερον δʼ ἐκεῖνο· Τίς θέλει πόλει
439 χρηστόν τι βούλευμʼ ἐς μέσον φέρειν ἔχων;
440 καὶ ταῦθʼ ὁ χρῄζων λαμπρός ἐσθʼ, ὁ μὴ θέλων
441 σιγᾷ. τί τούτων ἔστʼ ἰσαίτερον πόλει;
442 καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός,
443 ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·
444 ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,
445 καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖν
446 κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
447 πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις,
448 ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
449 τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους;
450 κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις
451 ὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον;
452 ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
453 τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,
454 δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,
455 εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
456 καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
457 ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
458 κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις,
459 περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν
460 λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν
461 χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων
462 ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.
Χορός
463 φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
464 καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.
Κῆρυξ
465 λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων
466 σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία.
467 ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς
468 Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·
469 εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
470 λύσαντα σεμνὰ στεμμάτων μυστήρια
471 τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς
472 βίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει.
473 κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν
474 σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων
475 ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός.
476 σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος
477 λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,
478 σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων·
479 ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλεις
480 συνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς.
481 ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,
482 οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται,
483 τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει·
484 εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ,
485 οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.
486 καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν
487 τὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά,
488 ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·
489 ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,
490 Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ,
491 χαίρει δὲ πλούτῳ. ταῦτʼ ἀφέντες οἱ κακοὶ
492 πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
493 δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
494 σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,
495 θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν;
496 οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον
497 δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
498 ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν
499 πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;
500 οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον,
501 τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
502 ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται
503 πέτροις καταξανθέντες ὀστέων ῥαφάς;
504 ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,
505 ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.
506 φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
507 ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν
508 καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς·
509 νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.
510 καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία.
Χορός
511 ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,
512 ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν.
Ἄδραστος
513 ὦ παγκάκιστε —
Θησεύς
513b σῖγʼ, Ἄδραστʼ, ἔχε στόμα,
514 καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
515 θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,
516 ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών.
517 καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι.
518 οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦ
519 οὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαι
520 δρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοι
521 τὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή.
522 πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
523 ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα·
524 νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
525 οὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας,
526 θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
527 σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
528 εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο,
529 τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
530 αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται.
531 ἐάσατʼ ἤδη γῇ καλυφθῆναι νεκρούς,
532 ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,
533 ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
534 τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα
535 ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,
536 κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
537 δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
538 ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,
539 εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
540 ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει
541 τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
542 κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη,
543 νεκροὺς δὲ ταρβεῖτʼ, εἰ κρυβήσονται χθονί;
544 τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
545 ταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸς
546 φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
547 σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
548 φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
549 ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·
550 παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ
551 οἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν,
552 τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,
553 ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,
554 ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
555 ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε
556 ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν
557 ἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν.
558 πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς
559 θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
560 ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ.
561 οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται
562 ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος
563 νόμος παλαιὸς δαιμόνων διεφθάρη.
Χορός
564 θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος
565 πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.
Κῆρυξ
566 βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν;
Θησεύς
567 λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Κῆρυξ
568 οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
Θησεύς
569 κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.
Κῆρυξ
570 κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.
Θησεύς
571 θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.
Κῆρυξ
572 ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.
Θησεύς
573 πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους.
Κῆρυξ
574 ἦ πᾶσιν οὖν ⟨σʼ⟩ ἔφυσεν ἐξαρκεῖν πατήρ;
Θησεύς
575 ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν.
Κῆρυξ
576 πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις.
Θησεύς
577 τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ.
Κῆρυξ
578 ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.
Θησεύς
579 τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης;
Κῆρυξ
580 γνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας.
Θησεύς
581 οὔτοι μʼ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας
582 τοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονός,
583 λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.
584 περαίνομεν γὰρ οὐδέν.
584b ὁρμᾶσθαι χρεὼν
585 πάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην,
586 μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα
587 ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.
588 χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας
590 αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων
589 αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,
591 Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας
592 τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα
593 στρατηλατήσω καινὸς ἐν καινῷ δορί.
594 ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοι
595 δίκην σέβονται· ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦ
596 νίκην δίδωσιν. ἁρετὴ δʼ οὐδὲν λέγει
597 βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντʼ ἔχῃ.
Χορός
598 — ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,
599 ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει —
600 — τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν;
601 — στράτευμα πᾷ Παλλάδος κριθήσεται;
602 — διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;
603 — γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοι
604 φόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλιν
605 κτύποι φανήσονται, τάλαι-
606 να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι;
Χορός
608 — ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ
609 μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.
610 — δικαίους δαίμονας σύ γʼ ἐννέπεις.
611 — τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;
612 — διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.
613 — φόβῳ γὰρ τῷ πάρος διόλλυσαι·
614 δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον,
615 κακῶν δʼ ἀναψυχὰς θεοὶ
617 βροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί.
Χορός
618 — τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν,
619 Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι —
620 — ποτανὰν εἴ σέ τις θεῶν κτίσαι.
621 — διπόταμον ἵνα πόλιν μόλω.
622 — εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.
623 — τίς ποτʼ αἶσα, τίς ἄρα πότμος
624 ἐπιμένει τὸν ἄλκιμον
625 τᾶσδε γᾶς ἄνακτα;
Χορός
626 — κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς·
627 — ἀλλὰ φόβων πίστις ἅδε πρώτα.
628 — ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος
629 παιδογόνε πόριος Ἰνάχου.
630 — πόλει μοι ξύμμαχος γενοῦ τᾷδʼ εὐμενής.
631 — τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα
632 πόλεος, ἐκκομίζομαι
633 πρὸς πυρὰν ὑβρισθέν.
Ἄγγελος
634 γυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα,
635 αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ,
636 ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι
637 ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα·
638 νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε
639 μακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις,
640 ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.
Χορός
641 ὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν
642 τήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς
643 σῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα.
Ἄγγελος
644 σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν
645 πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπʼ Ἰνάχου
646 στείλας ἐπεστράτευσε Καδμείων πόλιν.
Χορός
647 πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος
648 ἔστησεν οἵ τε συμμετασχόντες δορός;
649 λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.
Ἄγγελος
650 λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,
651 ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλας
652 ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.
653 ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·
654 τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνω
655 Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,
656 αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,
657 καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους
658 κέρας, παλαιᾶς Κεκροπίας ⟨τʼ⟩ οἰκήτορας,
662 ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματα
659 αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ
660 κρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλον
661 πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον.
664 Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,
665 νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών,
663 ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.
666 ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοι
667 τετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν.
668 κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·
669 Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες,
670 ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,
671 θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον
672 σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.
673 κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις,
674 ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων
675 τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·
676 πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,
677 παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
678 χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφον
679 πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.
680 ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ
681 ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,
682 οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,
683 συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.
684 λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ
685 ἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται —
686 τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχω
687 τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν
688 κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,
689 ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους
690 ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,
691 τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων
692 ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ
693 πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον;
694 νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν
695 Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ
696 χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
699 καὶ συμπατάξαντες μέσον πάντα στρατὸν
700 ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων
701 κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ·
702 Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.
697 καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη,
698 ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα·
703 λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένος
704 δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας
705 τὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενον
706 φεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.
707 κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·
708 οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον,
709 ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
710 ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα·
711 Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ
712 σπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
713 θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.
714 αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν
715 δεινῆς κορύνης διαφέρων ἐσφενδόνα
716 ὁμοῦ τραχήλους κἀπικείμενον κάρα,
717 κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.
718 μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
719 ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμην
720 κἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας.
721 βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν
722 νέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασαν
723 φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,
724 Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν
725 μολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.
726 τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,
727 ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος
728 μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
729 ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
730 ζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν.
Χορός
731 νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ
732 θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς
733 ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.
Ἄδραστος
734 ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
735 φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα
736 δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.
737 ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν,
738 αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·
739 Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,
740 μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,
741 κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής,
742 λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
743 ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο
744 Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα
745 τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν,
746 καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,
747 φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·
748 πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,
749 φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.
750 ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,
751 πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.
Ἄγγελος
752 ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,
753 πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.
Ἄδραστος
754 ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;
Ἄγγελος
755 ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις.
Ἄδραστος
756 πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;
Ἄγγελος
757 τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
Ἄδραστος
758 τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;
Ἄγγελος
759 Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.
Ἄδραστος
760 οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;
Ἄγγελος
761 ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.
Ἄδραστος
762 ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
Ἄγγελος
763 οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.
Ἄδραστος
763a […]
Ἄγγελος
764 φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.
Ἄδραστος
765 ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;
Ἄγγελος
766 κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.
Ἄδραστος
767 δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.
Ἄγγελος
768 τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;
Ἄδραστος
769 οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.
Ἄγγελος
770 ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ.
Ἄδραστος
771 δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι.
772 ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖς
773 Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,
774 φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας
775 ἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖς
776 οὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν,
777 ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι.
Χορός
778 — τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.
779 πόλει μὲν εὐδοξία
780 καὶ στρατηλάταις δορὸς
781 διπλάζεται τιμά·
782 ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη
783 πικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι,
784 τὰν ἄελπτον ἁμέραν
785 ἰδοῦσα, πάντων μέγιστον ἄλγος.
Χορός
786 — ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ
787 Χρόνος παλαιὸς πατὴρ
788 ὤφελʼ ἁμερᾶν κτίσαι.
789 τί γάρ μʼ ἔδει παίδων;
790 τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι
791 πάθος περισσόν, εἰ γάμων ἀπεζύγην,
792 νῦν δʼ ὁρῶ σαφέστατον
793 κακόν, τέκνων φιλτάτων στερεῖσα.
Χορός
794 ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω
795 τῶν οἰχομένων παίδων· μελέα
796 πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις
797 κοινὸν ἐς Ἅιδην καταβᾶσα;
Ἄδραστος
798 στεναγμόν, ὦ ματέρες,
799 τῶν κατὰ χθονὸς νεκρῶν
800 ἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶν
801 στεναγμάτων κλύουσαι.
Χορός
802 — ὦ παῖδες, ὦ πικρὸν φίλων
803 προσηγόρημα ματέρων,
804 προσαυδῶ σε τὸν θανόντα.
Ἄδραστος
805 ἰὼ ἰώ.
Χορός
805b τῶν γʼ ἐμῶν κακῶν ἐγώ.
Ἄδραστος
806 αἰαῖ.
Χορός
806b […]
Ἄδραστος
807 ἐπάθομεν ὤ […]
Χορός
807b τὰ κύντατʼ ἄλγη κακῶν.
Ἄδραστος
808 ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;
Χορός
809 — ὁρῶσι κἀμὲ τὰν τάλαι-
810 ναν, τέκνων ἄπαιδα.
Ἄδραστος
811 προσάγετε ⟨τῶν⟩ δυσπότμων
812 σώμαθʼ αἱματοσταγῆ,
813 σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων,
814 ἐν οἷς ἀγὼν ἐκράνθη.
Χορός
815 — δόθʼ, ὡς περιπτυχαῖσι δὴ
816 χέρας προσαρμόσασʼ ἐμοῖς
817 ἐν ἀγκῶσι τέκνα θῶμαι.
Ἄδραστος
818 ἔχεις ἔχεις.
Χορός
818b — πημάτων γʼ ἅλις βάρος.
Ἄδραστος
819 αἰαῖ.
Χορός
819b τοῖς τεκοῦσι δʼ οὐ λέγεις;
Ἄδραστος
820 ἀίετέ μου.
Χορός
820b στένεις ἐπʼ ἀμφοῖν ἄχη.
Ἄδραστος
821 εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
Χορός
822 — ἐμὸν δὲ μήποτʼ ἐζύγη
823 δέμας ἐς ἀνδρὸς εὐνάν.
Ἄδραστος
824 ἴδετε κακῶν πέλαγος, ὦ
825 ματέρες τάλαιναι τέκνων.
Χορός
826 — κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ
827 σποδὸν κάρᾳ κεχύμεθα.
Ἄδραστος
828 ἰὼ ἰώ μοί μοι·
829 κατά με πέδον γᾶς ἕλοι,
830 διὰ δὲ θύελλα σπάσαι,
831 πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.
Χορός
833 — πικροὺς ἐσεῖδες γάμους,
834 πικρὰν δὲ Φοίβου φάτιν·
835 ἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδα
836 δώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.
Θησεύς
837 μέλλων σʼ ἐρωτᾶν, ἡνίκʼ ἐξήντλεις στρατῷ
838 γόους, ἀφήσω· τοὺς ἐκεῖ μὲν ἐκλιπὼν
840 εἴασα μύθους, νῦν δʼ Ἄδραστον εἰσορῶ·
841 πόθεν ποθʼ οἵδε διαπρεπεῖς εὐψυχίᾳ
842 θνητῶν ἔφυσαν; εἰπέ γʼ ὡς σοφώτερος
843 νέοισιν ἀστῶν τῶνδʼ· ἐπιστήμων γὰρ εἶ.
844 εἶδον γὰρ αὐτῶν κρείσσονʼ ἢ λέξαι λόγῳ
845 τολμήμαθʼ, οἷς ἤλπιζον αἱρήσειν πόλιν.
846 ἓν δʼ οὐκ ἐρήσομαί σε, μὴ γέλωτʼ ὄφλω,
847 ὅτῳ ξυνέστη τῶνδʼ ἕκαστος ἐν μάχῃ
848 ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.
849 κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοι
850 καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς
851 λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς
852 σαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός.
853 οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδε
854 οὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·
855 μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶν
856 δύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος.
Ἄδραστος
857 ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι
858 δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι
859 φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι.
860 ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;
861 Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς,
862 ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ
863 οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
864 φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν
865 τἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ
866 τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.
867 φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε
868 καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.
869 ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,
870 ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων
871 οὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω
872 Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα·
873 νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,
874 πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί.
875 φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων
876 οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους
877 δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.
878 τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν
879 ἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλις
880 κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.
881 ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ·
882 παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς
883 Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,
884 ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς
885 ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν
886 ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν,
887 πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.
888 ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος
889 [παῖς] Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,
890 Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς
891 παιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖ
892 πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,
893 λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει
894 οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς
895 μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος.
896 λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς
897 ἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις,
898 ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ.
899 πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας
900 ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.
901 Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·
902 [οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδι]
903 [δεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά.]
904 [γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος,]
905 [ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,]
906 [εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι·]
907 φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ
908 ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.
909 ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,
910 Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.
911 τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·
912 αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρ
913 κακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρία
914 διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται
915 λέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει.
916 ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ
917 πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.
Χορός
918 ἰὼ τέκνον, δυστυχῆ σʼ
919 ἔτρεφον, ἔφερον ὑφʼ ἥπατος
920 πόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶ
921 νῦν Ἅιδας τὸν ἐμὸν
922 ἔχει μόχθον ἀθλίας,
923 ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼ
924 ἁ τάλαινα παῖδα.
Θησεύς
925 καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον
926 θεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς
927 αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς·
928 τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω,
929 ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν.
930 ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν
931 φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.
932 ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι;
Ἄδραστος
933 οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.
Θησεύς
934 τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ […]
Ἄδραστος
935 ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;
Θησεύς
936 ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.
Ἄδραστος
937 ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;
Θησεύς
938 αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον.
Ἄδραστος
939 οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.
Θησεύς
940 ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν.
Ἄδραστος
941 ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.
Θησεύς
942 ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.
Ἄδραστος
943 πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;
Θησεύς
944 ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους.
Ἄδραστος
945 πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.
Θησεύς
946 τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;
Ἄδραστος
947 νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ
948 Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί,
949 ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν,
950 τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνους
951 τίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνων
952 ἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων.
953 σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ
954 ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.
Χορός
955 — οὐκέτʼ εὔτεκνος, οὐκέτʼ εὔ-
956 παις, οὐδʼ εὐτυχίας μέτε-
957 στίν μοι κουροτόκοις ἐν Ἀργείαις·
958 οὐδʼ Ἄρτεμις λοχία
959 προσφθέγξαιτʼ ἂν τὰς ἀτέκνους.
960 δυσαίων δʼ ὁ βίος,
961 πλαγκτὰ δʼ ὡσεί τις νεφέλα
962 πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω.
Χορός
963 — ἑπτὰ ματέρες ἑπτὰ κού-
964 ρους ἐγεινάμεθʼ αἱ ταλαί-
965 πωροι κλεινοτάτους ἐν Ἀργείοις·
966 καὶ νῦν ἄπαις ἄτεκνος
967 γηράσκω δυστανοτάτως,
968 οὔτʼ ἐν φθιμένοις
969 οὔτʼ ἐν ζωοῖσιν ἀριθμουμένη,
970 χωρὶς δή τινα τῶνδʼ ἔχουσα μοῖραν.
Χορός
971 — ὑπολελειμμένα μοι δάκρυα·
972 μέλεα παιδὸς ἐν οἴκοις
973 κεῖται μνήματα, πένθιμοι
974 κουραὶ καὶ στέφανοι κόμας,
974a ⟨λοιβαί τε νεκύων φθιμένων,⟩
975 ἀοιδαί θʼ ἃς χρυσοκόμας
976 Ἀπόλλων οὐκ ἐνδέχεται·
977 γόοισι δʼ ὀρθρευομένα
978 δάκρυσι νοτερὸν ἀεὶ πέπλων
979 πρὸς στέρνῳ πτύχα τέγξω.
Χορός
980 — καὶ μὴν θαλάμας τάσδʼ ἐσορῶ δὴ
981 Καπανέως ἤδη τύμβον θʼ ἱερὸν
982 μελάθρων τʼ ἐκτὸς
983 Θησέως ἀναθήματα νεκροῖς,
984 κλεινήν τʼ ἄλοχον τοῦ καπφθιμένου
985 τοῦδε κεραυνῷ πέλας Εὐάδνην,
986 ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.
987 τί ποτʼ αἰθερίαν ἕστηκε πέτραν,
988 ἣ τῶνδε δόμων ὑπερακρίζει,
989 τήνδʼ ἐμβαίνουσα κέλευθον;
Εὐάδνη
990 τί φέγγος, τίνʼ αἴγλαν
991 ἐδίφρευε τόθʼ ἅλιος
992 σελάνα τε κατʼ αἰθέρα,
993 λαμπάδʼ ἵνʼ ὠκυθόαι νύμφαι,
994 ἱππεύουσι διʼ ὀρφναίας,
995 ἁνίκα ⟨γάμων⟩ γάμων
996 τῶν ἐμῶν πόλις Ἄργους
997 ἀοιδάς, εὐδαιμονίας,
998 ἐπύργωσε καὶ γαμέτα
999 χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.
1000 πρός σʼ ἔβαν δρομὰς ἐξ ἐμῶν
1001 οἴκων ἐκβακχευσαμένα,
1002 πυρᾶς φῶς τάφον τε
1003 βατεύσουσα τὸν αὐτόν,
1004 ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθον
1005 βίοτον αἰῶνός τε πόνους·
1006 ἥδιστος γάρ τοι θάνατος
1007 συνθνῄσκειν θνῄσκουσι φίλοις,
1008 εἰ δαίμων τάδε κραίνοι.
Χορός
1009 καὶ μὴν ὁρᾷς τήνδʼ ἧς ἐφέστηκας πέλας
1010 πυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸς
1011 πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις.
Εὐάδνη
1012 ὁρῶ δὴ τελευτάν,
1013 ἵνʼ ἕστακα· τύχα δέ μοι
1014 ξυνάπτοι ποδός· ἀλλὰ τᾶς
1015 εὐκλεΐας χάριν ἔνθεν ὁρ-
1016 μάσω τᾶσδʼ ἀπὸ πέτρας πη-
1017 δήσασα πυρὸς ἔσω,
1018 σῶμά τʼ αἴθοπι φλογμῷ
1020 πόσει συμμείξασα, φίλον
1021 χρῶτα χρωτὶ πέλας θεμένα,
1022 Φερσεφονείας ἥξω θαλάμους,
1023 σὲ τὸν θανόντʼ οὔποτʼ ἐμᾷ
1024 προδοῦσα ψυχᾷ κατὰ γᾶς.
1025 ἴτω φῶς γάμοι τε·
1026 ἴθʼ αἵτινες εὐναὶ
1027 δικαίων ὑμεναίων ἐν Ἄργει
1028 φανῶσιν τέκνοις· ὅσιος δʼ
1029 ⟨ὅσιος⟩ εὐναῖος γαμέτας
1030 συντηχθεὶς αὔραις ἀδόλοις
1030a γενναίας [ψυχᾶς] ἀλόχοιο.
Χορός
1031 καὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλας
1032 γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,
1033 οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.
Ἶφις
1034 ὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων,
1035 ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων,
1036 τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ
1037 Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,
1038 ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιος
1039 βέβηκε πηδήσασα Καπανέως δάμαρ,
1040 θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν
1041 τὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼ
1042 φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,
1043 βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν
1044 μάλιστʼ ἂν εἶναι· φράζετʼ εἰ κατείδετε.
Εὐάδνη
1045 τί τάσδʼ ἐρωτᾷς; ἥδʼ ἐγὼ πέτρας ἔπι
1046 ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς
1047 δύστηνον αἰώρημα κουφίζω, πάτερ.
Ἶφις
1048 τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
1049 δόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα;
Εὐάδνη
1050 ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων
1051 κλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ.
Ἶφις
1052 τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;
Εὐάδνη
1053 κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.
Ἶφις
1054 σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;
Εὐάδνη
1055 θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.
Ἶφις
1056 ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.
Εὐάδνη
1057 ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
Ἶφις
1058 κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;
Εὐάδνη
1059 ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
Ἶφις
1060 νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν.
Εὐάδνη
1061 πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
Ἶφις
1062 ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;
Εὐάδνη
1063 ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι.
Ἶφις
1064 τί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν;
Εὐάδνη
1065 ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν.
Ἶφις
1066 ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.
Εὐάδνη
1067 τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.
Ἶφις
1068 ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε.
Εὐάδνη
1069 ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί.
1070 καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον,
1071 ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
Χορός
1072 ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.
Ἶφις
1073 ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.
Χορός
1074 ἒ ἔ, σχέτλια τάδε παθών,
1075 τὸ πάντολμον ἔργον ὄψῃ τάλας.
Ἶφις
1076 οὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον.
Χορός
1077 ἰὼ τάλας·
1078 μετέλαχες τύχας Οἰδιπόδα, γέρον,
1079 μέρος καὶ σὺ ⟨καὶ⟩ πόλις ἐμὰ τλάμων.
Ἶφις
1080 οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,
1081 νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
1082 ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,
1083 γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
1084 αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοι
1085 δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε,
1086 διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν.
1087 ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους
1088 παίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην.
1089 εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνων
1090 οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,
1091 οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν·
1092 ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν
1093 ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
1094 εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
1095 στείχειν πρὸς οἴκους; κᾆτʼ ἐρημίαν ἴδω
1096 πολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ;
1097 ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
1098 ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι.
1099 ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδα
1100 προσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδε
1101 κατεῖχε χειρί· πατρὶ δʼ οὐδὲν ἥδιον
1102 γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες
1103 ψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα.
1104 οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους;
1105 σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸν
1106 δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
1107 τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
1108 ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων,
1109 μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
1110 βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
1111 παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·
1112 οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
1113 θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
Χορός
1114 — ἰὼ ⟨ἰώ·⟩
1114a τάδε δὴ παίδων καὶ δὴ φθιμένων
1115 ὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι,
1116 γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν
1117 ῥώμη παίδων ὑπὸ πένθους —
1118 πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ
1119 καταλειβομένης τʼ ἄλγεσι πολλοῖς.
1120 τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς
1121 πάθος ἐξεύροις
1122 ἢ τέκνα θανόντʼ ἐσιδέσθαι;
Παῖδες
1123 — φέρω φέρω,
1124 τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,
1125 βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ,
1126 ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς.
Χορός
1127 — ἰὼ ἰώ,
1128 πᾶ φέρεις δάκρυα φίλᾳ
1129 ματρὶ τῶν ὀλωλότων;
1130 σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων
1131 εὐδοκίμων δήποτʼ ἐν Μυκήναις;
Παῖδες
1132 — ἄπαις, ἄπαις·
1132a ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας
1133 ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,
1134 οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
Χορός
1135 — ἰὼ ἰώ·
1135a ποῦ δὲ πόνος ἐμῶν τέκνων,
1136 ποῦ λοχευμάτων χάρις;
1137 τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη,
1138 καὶ φίλιαι προσβολαὶ προσώπων;
Παῖδες
1139 — βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ·
1140 βεβᾶσιν.
Χορός
1140b αἰθὴρ ἔχει νιν ἤδη,
1141 πυρὸς τετακότας σποδῷ·
1142 ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.
Παῖδες
1143 — πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;
1144 ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι
1145 σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;
Παῖδες
1146 — ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
1147 πατρῷος·
Χορός
1147b οὔπω κακὸν τόδʼ εὕδει.
1148 αἰαῖ γόων· ἅλις τύχας,
1149 ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.
Παῖδες
1150 — ἔτʼ Ἀσωποῦ με δέξεται γάνος
1151 χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν,
1152 τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
Παῖδες
1153 — ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ […]
Χορός
1154 — φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.
Παῖδες
1155 — λόγων δὲ παρακέλευσμα σῶν
1156 ἀέρι φερόμενον οἴχεται.
Χορός
1157 — δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν —
1158 σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει.
Παῖδες
1159 — ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.
Χορός
1160 — φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω ⟨φίλαν⟩ σποδόν.
Παῖδες
1161 — ἔκλαυσα τόδε κλύων ἔπος
1162 στυγνότατον· ἔθιγέ μου φρενῶν.
Χορός
1163 — ὦ τέκνον, ἔβας· οὐκέτι φίλον
1164 φίλας ἄγαλμʼ ὄψομαί σε ματρός.
Θησεύς
1165 Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,
1166 ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖν
1167 πατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην·
1168 τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
1169 ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
1170 σῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ,
1171 παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,
1172 τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοις
1173 μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
1174 Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῷ θεοὶ
1175 οἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι.
Ἄδραστος
1176 Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα
1177 δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
1178 χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ
1179 παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
Θησεύς
1180 τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή;
Ἄδραστος
1181 χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
Θησεύς
1182 ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.
Ἀθήνα
1183 ἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους,
1184 ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε.
1185 μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα
1186 παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,
1187 ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
1188 πρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼν
1189 Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν,
1190 πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.
1191 ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόνα
1192 ἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν,
1193 ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ.
1194 ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν
1195 κακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα.
1196 ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου.
1197 ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
1198 ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρα
1199 σπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενος
1200 στῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.
1201 ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
1202 ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,
1203 κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,
1204 μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι.
1205 ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον
1206 ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
1207 κρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν·
1208 φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν,
1209 δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
1210 δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.
1211 τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί,
1212 μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ·
1213 σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω·
1214 πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν,
1215 πατέρων θανόντων ἐκδικάζοντες φόνον,
1216 σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
1217 νέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼν
1218 Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.
1219 ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν
1220 καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν
1221 ἑπτάστολον πύργωμα Καδμείων ἔπι·
1222 πικροὶ γὰρ αὐτοῖς ἥξετʼ, ἐκτεθραμμένοι
1223 σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
1224 κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δʼ ἀνʼ Ἑλλάδα
1225 κληθέντες ᾠδὰς ὑστέροισι θήσετε·
1226 τοῖον στράτευμα σὺν θεῷ πορεύσετε.
Θησεύς
1227 δέσποινʼ Ἀθάνα, πείσομαι λόγοισι σοῖς·
1228 σὺ γάρ μʼ ἀνορθοῖς, ὥστε μὴ ʼξαμαρτάνειν·
1229 καὶ τόνδʼ ἐν ὅρκοις ζεύξομαι· μόνον σύ με
1230 ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει
1231 οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.
Χορός
1232 στείχωμεν, Ἄδρασθʼ, ὅρκια δῶμεν
1233 τῷδʼ ἀνδρὶ πόλει τʼ· ἄξια δʼ ἡμῖν
1234 προμεμοχθήκασι σέβεσθαι.