Pular para o conteúdo

Φοίνισσαι

Eurípides · Φοίνισσαι

Φοίνισσαι

τὰ τοῦ δράματος πρόσωπα

Ἰοκάστη

Παιδαγωγός

Ἀντιγόνη

Χορός ἐκ Φοινισσῶν

Πολυνείκης

Ἐτεοκλῆς

Κρέων

Τειρεσίας

Μενοικεύς

Ἄγγελος

Ἕτερος Ἄγγελος

Οἰδίπους

Ἰοκάστη

1 ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν

2 καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις

3 Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,

4 ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳ

5 ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν

6 τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα·

7 ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ

8 Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον

9 φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.

10 ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,

11 — Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ —

12 καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ

13 ἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις

14 ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν,

15 ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμα

16 παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.

17 ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ,

18 μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ·

19 εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς,

20 καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος.

21 ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν

22 ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφος

23 γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,

24 λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας

25 δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,

26 σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον·

27 ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.

28 Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι

29 φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας

30 ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον

31 μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.

32 ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος

33 παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα

34 ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων

35 πρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις,

36 τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν

37 εἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδα

38 ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.

39 καί νιν κελεύει Λαΐου τροχηλάτης·

40 ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.

41 ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν

42 χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.

43 ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —

44 παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα

45 Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρει

46 Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις,

47 Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,

48 ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,

49 τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως

50 μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών·

51 [ὅθεν τύραννος τῆσδε γῆς καθίσταται]

52 καὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός.

53 γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας

54 οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.

55 τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,

56 Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,

57 κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ

58 ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.

59 μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων

60 ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα

61 ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον,

62 χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.

63 ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,

64 κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη

65 γένοιτο πολλῶν δεομένη σοφισμάτων·

66 ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν

67 ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,

68 θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.

69 τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους

70 εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ,

71 ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος

72 φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,

73 Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς,

74 ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς

75 καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων,

76 φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.

77 ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,

78 πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει·

79 ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε,

80 πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.

81 ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν

82 ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.

83 ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.

84 ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς

85 Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.

86 χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν

87 τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.

Παιδαγωγός

88 ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,

89 ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν

90 μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον

91 στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,

92 ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,

93 μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται,

94 κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος,

95 σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσω

96 ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα,

97 σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων

98 ἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα.

99 ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,

100 κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί·

101 σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰς

102 Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον.

Ἀντιγόνη

103 ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ

104 χεῖρʼ ἀπὸ κλιμάκων

105 ποδὸς ἴχνος ἐπαντέλλων.

Παιδαγωγός

106 ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης·

107 κινούμενον γὰρ τυγχάνει Πελασγικὸν

108 στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους.

Ἀντιγόνη

109 ἰὼ πότνια παῖ

110 Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν

111 πεδίον ἀστράπτει.

Παιδαγωγός

112 οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,

113 πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων.

Ἀντιγόνη

114 ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολα

115 λαϊνέοισιν Ἀμφίονος ὀργάνοις

116 τείχεος ἥρμοσται;

Παιδαγωγός

117 θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις.

118 ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν.

Ἀντιγόνη

119 τίς οὗτος ὁ λευκολόφας,

120 πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ

122 ἀμφὶ βραχίονι κουφίζων;

Παιδαγωγός

123 λοχαγός, ὦ δέσποινα.

Ἀντιγόνη

123b τίς, πόθεν γεγώς;

124 αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;

Παιδαγωγός

125 οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,

126 Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ.

Ἀντιγόνη

127 ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,

128 γίγαντι γηγενέτᾳ προσόμοιος

129 ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος

130 ἁμερίῳ γέννᾳ.

Παιδαγωγός

131 τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ;

Ἀντιγόνη

132 ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.

133 τίς δʼ ἐστὶν οὗτος;

Παιδαγωγός

133b παῖς μὲν Οἰνέως ἔφυ

134 Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει.

Ἀντιγόνη

135 οὗτος ὁ τᾶς Πολυνείκεος,

136 ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας

137 ὁμόγαμος κυρεῖ;

138 ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.

Παιδαγωγός

139 σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,

140 λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι.

Ἀντιγόνη

141 [σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;

Παιδαγωγός

142 σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα,

143 σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων

144 ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.]

Ἀντιγόνη

145 τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ

146 καταβόστρυχος, ὄμμασι γοργὸς

147 εἰσιδεῖν νεανίας,

148 λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ

149 πάνοπλος ἀμφέπει;

Παιδαγωγός

150 ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.

Ἀντιγόνη

151 ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος

152 Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν,

153 ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων.

Παιδαγωγός

154 εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν·

155 ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί.

Ἀντιγόνη

156 ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς

157 πολυπόνῳ μοίρᾳ;

158 ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον.

Παιδαγωγός

159 ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας

160 Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ.

161 ὁρᾷς;

Ἀντιγόνη

161b ὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πως

162 μορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα.

163 ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι

164 διʼ αἰθέρος

165 πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλένας

166 δέρᾳ φιλτάτᾳ βάλοιμʼ ⟨ἐν⟩ χρόνῳ

167 φυγάδα μέλεον. ὡς

168 ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,

169 ἑῴοις ὅμοια φλεγέθων βολαῖς [ἀελίου].

Παιδαγωγός

170 ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς,

171 ἔνσπονδος.

Ἀντιγόνη

171b οὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ,

172 ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;

Παιδαγωγός

173 ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε·

174 σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί.

Ἀντιγόνη

175 ὦ λιπαροζώνου θύγατερ Ἀελίου

176 Σελαναία, χρυσεόκυκλον φέγγος,

177 ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα

178 πώλοις μεταφέρων ἰθύνει.

179 ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει;

Παιδαγωγός

180 Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται

181 πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν.

Ἀντιγόνη

182 ἰώ,

182a Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί,

183 κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι

184 μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·

185 ὅδʼ ἐστίν, αἰχμαλώτιδας

186 ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν

187 Λερναίᾳ τε δώσειν τριαίνᾳ,

188 Ποσειδανίοις Ἀμυμωνίοις

189 ὕδασι δουλείαν περιβαλών —

190 μήποτε μήποτε τάνδʼ, ὦ πότνια,

191 χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος

192 Ἄρτεμι, δουλοσύναν τλαίην.

Παιδαγωγός

193 ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας

194 ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου

195 ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν.

196 ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,

197 χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς,

198 φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,

199 σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων,

200 πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις

201 γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.

Χορός

202 Τύριον οἶδμα λιποῦσʼ ἔβαν

203 ἀκροθίνια Λοξίᾳ

204 Φοινίσσας ἀπὸ νάσου

205 Φοίβῳ δούλα μελάθρων,

206 ἵνʼ ὑπὸ δειράσι νιφοβόλοις

207 Παρνασοῦ κατενάσθη,

208 Ἰόνιον κατὰ πόντον ἐλά-

209 τᾳ πλεύσασα περιρρύτῳ

210 ὑπὲρ ἀκαρπίστων πεδίων

211 Σικελίας Ζεφύρου πνοαῖς

212 ἱππεύσαντος, ἐν οὐρανῷ

213 κάλλιστον κελάδημα.

Χορός

214 πόλεος ἐκπροκριθεῖσʼ ἐμᾶς

215 καλλιστεύματα Λοξίᾳ

216 Καδμείων ἔμολον γᾶν,

217 κλεινῶν Ἀγηνοριδᾶν

218 ὁμογενεῖς ἐπὶ Λαΐου

219 πεμφθεῖσʼ ἐνθάδε πύργους.

220 ἴσα δʼ ἀγάλμασι χρυσοτεύ-

221 κτοις Φοίβῳ λάτρις ἐγενόμαν·

222 ἔτι δὲ Κασταλίας ὕδωρ

223 περιμένει με κόμας ἐμᾶς

224 δεῦσαι παρθένιον χλιδὰν

225 Φοιβείαισι λατρείαις.

Χορός

226 ἰὼ λάμπουσα πέτρα πυρὸς

227 δικόρυφον σέλας ὑπὲρ ἄκρων

228 βακχειῶν Διονύσου,

229 οἴνα θʼ ἃ καθαμέριον

230 στάζεις τὸν πολύκαρπον

231 οἰνάνθας ἱεῖσα βότρυν,

232 ζάθεά τʼ ἄντρα δράκοντος οὔ-

233 ρειαί τε σκοπιαὶ θεῶν

234 νιφόβολόν τʼ ὄρος ἱερόν, εἱ-

235 λίσσων ἀθανάτας θεοῦ

236 χορὸς γενοίμαν ἄφοβος

237 παρὰ μεσόμφαλα γύαλα Φοί-

238 βου Δίρκαν προλιποῦσα.

Χορός

239 νῦν δέ μοι πρὸ τειχέων

240 θούριος μολὼν Ἄρης

241 αἷμα δάιον φλέγει

242 τᾷδʼ, ὃ μὴ τύχοι, πόλει·

243 κοινὰ γὰρ φίλων ἄχη,

244 κοινὰ δʼ, εἴ τι πείσεται

245 ἑπτάπυργος ἅδε γᾶ,

246 Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ.

247 κοινὸν αἷμα, κοινὰ τέκεα

248 τᾶς κερασφόρου πέφυκεν Ἰοῦς·

249 ὧν μέτεστί μοι πόνων.

Χορός

250 ἀμφὶ δὲ πτόλιν νέφος

251 ἀσπίδων πυκνὸν φλέγει

252 σχῆμα φοινίου μάχης,

253 ἃν Ἄρης τάχʼ εἴσεται

254 παισὶν Οἰδίπου φέρων

255 πημονὰν Ἐρινύων.

256 Ἄργος ὦ Πελασγικόν,

257 δειμαίνω τὰν σὰν ἀλκάν,

258 καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον

259 εἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ [παῖς]

260 ὃς μετέρχεται δόμους.

Πολυνείκης

261 τὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατο

262 διʼ εὐπετείας τειχέων ἔσω μολεῖν.

263 ὃ καὶ δέδοικα μή με δικτύων ἔσω

264 λαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα.

265 ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέον

266 κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.

267 ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ

268 τὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι.

269 ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;

270 ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,

271 ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.

272 πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα,

273 ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν.

274 ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραι

275 πέλας πάρεισι, κοὐκ ἔρημα δώματα.

276 φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος

277 καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.

278 ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτρας

279 Ἑλληνικοῖσι δώμασιν πελάζετε;

Χορός

280 Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,

281 Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς

282 Φοίβῳ μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον.

283 μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνος

284 μαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας —

285 ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.

286 σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθας

287 ἑπτάστομον πύργωμα Θηβαίας χθονός.

Πολυνείκης

288 πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,

289 ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως·

290 καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.

Χορός

291 ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,

292 ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο —

Χορός

293 γονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ,

294 τὸν οἴκοθεν νόμον σέβουσʼ —

295 ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν.

296 ἰὼ ἰώ· πότνια, μόλε πρόδομος,

297 ἀμπέτασον πύλας.

298 κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;

299 τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν

300 θιγεῖν τʼ ὠλέναισιν τέκνου;

Ἰοκάστη

301 Φοίνισσαν βοὰν

302 κλύουσʼ, ὦ νεάνιδες, γηραιὸν

303 πόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον,

305 χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραις

306 προσεῖδον· ἀμφίβαλλε μα-

307 στὸν ὠλέναισι ματέρος,

308 παρηίδων τʼ ὄρεγμα βο-

308a στρύχων τε κυανόχρωτα χαί-

309 τας πλόκαμον, δέραν σκιάζων ἁμάν.

310 ἰὼ ἰώ, μόλις φανεὶς

311 ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.

312 τί φῶ σε; πῶς ἅπαντα

313 καὶ χερσὶ καὶ λόγοισι

314 πολυέλικτον ἁδονὰν

315 [ἐκεῖσε καὶ τὸ δεῦρο]

316 περιχορεύουσα τέρψιν παλαιᾶν λάβω

317 χαρμονᾶν; ἰὼ τέκος,

318 ἔρημον πατρῷον ἔλιπες δόμον

319 φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ,

320 ἦ ποθεινὸς φίλοις,

321 ἦ ποθεινὸς Θήβαις.

322 ὅθεν ἐμάν τε λευκόχροα κείρομαι

323 δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν,

324 ἄπεπλος φαρέων λευκῶν, ⟨ὦ⟩ τέκνον,

325 δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε

326 σκότιʼ ἀμείβομαι.

327 ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς

328 ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-

329 ζυγείσας δόμων

330 πόθον ἀμφιδάκρυτον ἀεὶ κατ-

331 έχων ἀνῇξε μὲν ξίφους

332 ἐπʼ αὐτόχειρά τε σφαγάν,

333 ὑπὲρ τέραμνά τʼ ἀγχόνας,

334 στενάζων ἀρὰς τέκνοις·

335 σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων

336 σκότια κρύπτεται.

337 σὲ δʼ, ὦ τέκνον, [καὶ] γάμοισι δὴ

338 κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν

339 ξένοισιν ἐν δόμοις ἔχειν

340 ξένον τε κῆδος ἀμφέπειν,

341 ἄλαστα ματρὶ τᾷδε Λα-

342 ίῳ τε τῷ παλαιγενεῖ,

343 γάμων ἐπακτὸν ἄταν.

344 ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς

345 νόμιμον ἐν γάμοις

346 [ὡς πρέπει] ματέρι μακαρίᾳ·

347 ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη

348 λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν

349 πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.

350 ὄλοιτο, τάδʼ εἴτε σίδαρος

351 εἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,

352 εἴτε τὸ δαιμόνιον κατεκώμασε

353 δώμασιν Οἰδιπόδα·

354 πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη.

Χορός

355 δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί,

356 καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.

Πολυνείκης

357 μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην

358 ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει

359 πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει,

360 λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει.

361 οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην,

362 μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ,

363 ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεως

364 κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ,

365 σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγε

366 τείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην,

367 χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν

368 γυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ·

369 ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν

370 ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον.

371 ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι

372 [κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους]

373 ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν.

374 ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων

375 [καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς].

376 τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ,

377 σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;

378 ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;

Ἰοκάστη

379 κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·

380 οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ,

381 κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.

382 ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.

383 ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα,

384 δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα.

Πολυνείκης

385 ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς·

386 ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα.

Ἰοκάστη

387 καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,

388 τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;

Πολυνείκης

389 μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ.

Ἰοκάστη

390 τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;

Πολυνείκης

391 ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.

Ἰοκάστη

392 δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.

Πολυνείκης

393 τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.

Ἰοκάστη

394 καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.

Πολυνείκης

395 ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.

Ἰοκάστη

396 αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.

Πολυνείκης

397 καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ.

Ἰοκάστη

398 οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς;

Πολυνείκης

399 ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν.

Ἰοκάστη

400 πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;

Πολυνείκης

401 ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν.

Ἰοκάστη

402 φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν;

Πολυνείκης

403 εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς.

Ἰοκάστη

404 οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν;

Πολυνείκης

405 κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.

Ἰοκάστη

406 ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.

Πολυνείκης

407 οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον.

Ἰοκάστη

408 πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες;

Πολυνείκης

409 ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα.

Ἰοκάστη

410 ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν.

Πολυνείκης

411 κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους.

Ἰοκάστη

412 καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;

Πολυνείκης

413 οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην.

Ἰοκάστη

414 σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος;

Πολυνείκης

415 νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας.

Ἰοκάστη

416 κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος;

Πολυνείκης

417 ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς.

Ἰοκάστη

418 τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν.

Πολυνείκης

419 Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.

Ἰοκάστη

420 τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν;

Πολυνείκης

421 στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι.

Ἰοκάστη

422 ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;

Πολυνείκης

423 κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας.

Ἰοκάστη

424 ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;

Πολυνείκης

425 οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας.

Ἰοκάστη

426 πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;

Πολυνείκης

427 δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,

428 [Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός·]

429 ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ.

430 πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι

431 πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ

432 διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι

433 πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως

434 τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.

435 ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,

436 μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους

437 παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.

438 πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ·

439 τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα,

440 δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.

441 ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων

442 λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.

Χορός

443 καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε

444 χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν

445 τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.

Ἐτεοκλῆς

446 μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς

447 ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου·

448 ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων

449 τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου

450 κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν

451 τόνδʼ εἰσεδέξω τειχέων πείσασά με.

Ἰοκάστη

452 ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,

453 βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν.

454 σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·

455 οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα

456 Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν.

457 σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,

458 Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων

459 λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους.

460 παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·

461 ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ

462 ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ,

463 ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,

464 κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.

465 λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·

466 σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,

467 ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις

468 θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.

Πολυνείκης

469 ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,

470 κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων·

471 ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος

472 νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.

473 ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην

474 τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς

475 ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε,

476 ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός,

477 δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,

478 ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν

479 καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν

480 κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται.

481 ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς,

482 ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει

483 τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος.

484 καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν

485 στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός,

486 οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν

487 καὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις ⟨αὖ⟩ χρόνον,

488 καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν

489 πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,

490 ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι

491 δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ,

492 ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ

493 ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.

494 ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς

495 λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς

496 καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ.

Χορός

497 ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα

498 τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν.

Ἐτεοκλῆς

499 εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα,

500 οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·

501 νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς,

502 πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε.

503 ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·

504 ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς

505 καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,

506 τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα.

507 τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι

508 ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί·

509 ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας

510 τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι,

511 ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν

512 τυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδε

513 γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς

514 φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν.

515 χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,

516 μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος

517 ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.

518 ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,

519 ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι.

520 ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;

521 πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,

522 ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων,

523 ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα.

524 εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι

525 κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών.

Χορός

526 οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς·

527 οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν.

Ἰοκάστη

528 ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,

529 Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία

530 ἔχει τι λέξαι τῶν νέων σοφώτερον.

531 τί τῆς κακίστης δαιμόνων ἐφίεσαι

532 Φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός·

533 πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας

534 ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων·

535 ἐφʼ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον,

536 Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις

537 πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις

538 συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,

539 τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται

540 τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται.

541 καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν

542 Ἰσότης ἔταξε κἀριθμὸν διώρισε,

543 νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς

544 ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,

545 κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.

546 εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς

547 σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον

548 καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη;

549 τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα,

550 τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε;

551 περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.

552 ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι

553 βούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον·

554 ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν.

555 οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί,

556 τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα·

557 ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν.

558 [ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος.]

559 ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα,

560 πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις,

561 ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε;

562 [Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,]

563 ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,

564 ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας

565 βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.

566 ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν,

567 γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.

568 σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·

569 ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο,

570 ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν.

571 φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — ὃ μὴ τύχοι ποτέ —

572 πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;

573 πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,

574 καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς;

575 “Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς”

576 “ἀσπίδας ἔθηκε;” μήποτʼ, ὦ τέκνον, κλέος

577 τοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν.

578 ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ,

579 πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;

580 ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματα

581 Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον

582 ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,

583 κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν.

584 μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν,

585 ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν.

Χορός

586 ὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶν

587 καὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε.

Ἐτεοκλῆς

588 μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνος

589 οὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία·

590 οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις,

591 ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός·

592 τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα.

593 καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ.

Πολυνείκης

594 πρὸς τίνος; τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος

595 φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;

Ἐτεοκλῆς

596 ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς;

Πολυνείκης

597 εἰσορῶ· δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.

Ἐτεοκλῆς

598 κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;

Πολυνείκης

599 ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης.

Ἐτεοκλῆς

600 κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.

Πολυνείκης

601 καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.

Ἐτεοκλῆς

602 οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.

Πολυνείκης

603 τοῦ μέρους ἔχων τὸ πλεῖον;

Ἐτεοκλῆς

603b φήμʼ· ἀπαλλάσσου δὲ γῆς.

Πολυνείκης

604 ὦ θεῶν βωμοὶ πατρῴων —

Ἐτεοκλῆς

604b οὓς σὺ πορθήσων πάρει.

Πολυνείκης

605 κλύετέ μου —

Ἐτεοκλῆς

605b τίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου;

Πολυνείκης

606 καὶ θεῶν τῶν λευκοπώλων δώματα —

Ἐτεοκλῆς

606b οἳ στυγοῦσί σε.

Πολυνείκης

607 ἐξελαυνόμεσθα πατρίδος —

Ἐτεοκλῆς

607b καὶ γὰρ ἦλθες ἐξελῶν.

Πολυνείκης

608 ἀδικίᾳ γʼ, ὦ θεοί.

Ἐτεοκλῆς

608b Μυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς.

Πολυνείκης

609 ἀνόσιος πέφυκας —

Ἐτεοκλῆς

609b ἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος.

Πολυνείκης

610 ὅς μʼ ἄμοιρον ἐξελαύνεις.

Ἐτεοκλῆς

610b καὶ κατακτενῶ γε πρός.

Πολυνείκης

611 ὦ πάτερ, κλύεις ἃ πάσχω;

Ἐτεοκλῆς

611b καὶ γὰρ οἷα δρᾷς κλύει.

Πολυνείκης

612 καὶ σύ, μῆτερ;

Ἐτεοκλῆς

612b ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.

Πολυνείκης

613 ὦ πόλις.

Ἐτεοκλῆς

613b μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.

Πολυνείκης

614 εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ.

Ἐτεοκλῆς

614b ἔξιθι χθονός.

Πολυνείκης

615 ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν.

Ἐτεοκλῆς

615b οὐκ ἂν τύχοις.

Πολυνείκης

616 ἀλλὰ παρθένους ἀδελφάς.

Ἐτεοκλῆς

616b οὐδὲ τάσδʼ ὄψῃ ποτέ.

Πολυνείκης

617 ὦ κασίγνηται.

Ἐτεοκλῆς

617b τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;

Πολυνείκης

618 μῆτερ, ἀλλά μοι σὺ χαῖρε.

Ἰοκάστη

618b χαρτὰ γοῦν πάσχω, τέκνον.

Πολυνείκης

619 οὐκέτʼ εἰμὶ παῖς σός.

Ἰοκάστη

619b ἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ.

Πολυνείκης

620 ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει.

Ἐτεοκλῆς

620b καὶ γὰρ ἀνθυβρίζομαι.

Πολυνείκης

621 ποῦ ποτε στήσῃ πρὸ πύργων;

Ἐτεοκλῆς

621b ὡς τί μʼ ἱστορεῖς τόδε;

Πολυνείκης

622 ἀντιτάξομαι κτενῶν σε.

Ἐτεοκλῆς

622b κἀμὲ τοῦδʼ ἔρως ἔχει.

Ἰοκάστη

623 ὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνα;

Πολυνείκης

623b αὐτὸ σημανεῖ.

Ἰοκάστη

624 πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς;

Ἐτεοκλῆς

624b ἐρρέτω πρόπας δόμος.

Πολυνείκης

625 ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.

626 τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι,

627 ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,

628 δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·

629 κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ·

630 οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός.

631 καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,

632 ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα.

633 οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε·

634 ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς

635 τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.

Ἐτεοκλῆς

636 ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ

637 ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.

Χορός

638 Κάδμος ἔμολε τάνδε γᾶν

639 Τύριος, ᾧ τετρασκελὴς

640 μόσχος ἀδάματον πέσημα

641 δίκε τελεσφόρον διδοῦσα

642 χρησμόν, οὗ κατοικίσαι

643 πεδία νιν τὸ θέσφατον

644 πυροφόρα δόμων ἔχρη,

645 καλλιπόταμος ὕδατος ἵνα τε

646 νοτὶς ἐπέρχεται γύας,

647 Δίρκας χλοηφόρους

648 καὶ βαθυσπόρους γύας·

649 Βρόμιον ἔνθα τέκετο μά-

650 τηρ Διὸς γάμοισι,

651 κισσὸς ὃν περιστεφὴς

652 ἕλικος εὐθὺς ἔτι βρέφος

653 χλοηφόροισιν ἔρνεσιν

654 κατασκίοισιν ὀλβίσας ἐνώτισεν,

655 Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι

656 καὶ γυναιξὶν εὐίοις.

Χορός

657 ἔνθα φόνιος ἦν δράκων

658 Ἄρεος ὠμόφρων φύλαξ

659 νάματʼ ἔνυδρα καὶ ῥέεθρα

660 χλοερὰ δεργμάτων κόραισι

661 πολυπλάνοις ἐπισκοπῶν·

662 ὃν ἐπὶ χέρνιβας μολὼν

663 Κάδμος ὄλεσε μαρμάρῳ·

664 κρᾶτα φόνιον ὀλεσίθηρος

665 ὠλένας δικὼν βολαῖς,

666 δίας ἀμάτορος ⟨δʼ⟩

669 ἐς βαθυσπόρους γύας

668 γαπετεῖς δικὼν ὀδόν-

667 τας [Παλλάδος] φραδαῖσιν·

670 ἔνθεν ἐξανῆκε γᾶ

671 πάνοπλον ὄψιν ὑπὲρ ἄκρων

672 ὅρων χθονός· σιδαρόφρων

673 δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.

674 αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι

675 δεῖξεν αἰθέρος πνοαῖς.

Χορός

676 καὶ σέ, τὸν προμάτορος

677 Ἰοῦς ποτʼ ἔκγονον

678 Ἔπαφον, ὦ Διὸς γένεθλον,

679 [ἐκάλεσʼ] ἐκάλεσα βαρβάρῳ βοᾷ,

680 ἰώ, βαρβάροις λιταῖς·

681 βᾶθι βᾶθι τάνδε γᾶν·

682 — σοί νιν ἔκγονοι κτίσαν

683 καὶ διώνυμοι θεαί,

684 Περσέφασσα καὶ φίλα

685 Δαμάτηρ θεά,

686 πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,

687 κτήσαντο — πέμπε πυρφόρους

688 θεάς, ἄμυνε τᾷδε γᾷ·

689 πάντα δʼ εὐπετῆ θεοῖς.

Ἐτεοκλῆς

690 χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως

691 Κρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,

692 λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς

693 θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,

694 πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.

695 καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών·

696 ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς.

Κρέων

697 ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξ

698 Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας

699 φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος.

Ἐτεοκλῆς

700 καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον·

701 πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς

702 ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.

Κρέων

703 ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν,

704 κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα.

705 ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν·

706 ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων.

Ἐτεοκλῆς

707 τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.

Κρέων

708 ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.

Ἐτεοκλῆς

709 λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;

Κρέων

710 μέλλειν [πέριξ πύργοισι Καδμείων πόλιν]

711 [ὅπλοις] ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν.

Ἐτεοκλῆς

712 ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει.

Κρέων

713 ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν;

Ἐτεοκλῆς

714 ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα.

Κρέων

715 σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι.

Ἐτεοκλῆς

716 ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.

Κρέων

717 ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα.

Ἐτεοκλῆς

718 θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου.

Κρέων

719 θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου.

Ἐτεοκλῆς

720 ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.

Κρέων

721 καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.

Ἐτεοκλῆς

722 βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς;

Κρέων

723 πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.

Ἐτεοκλῆς

724 εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;

Κρέων

725 εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν.

Ἐτεοκλῆς

726 ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.

Κρέων

727 ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.

Ἐτεοκλῆς

728 ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;

Κρέων

729 ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.

Ἐτεοκλῆς

730 βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.

Κρέων

731 ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.

Ἐτεοκλῆς

732 τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;

Κρέων

733 κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.

Ἐτεοκλῆς

734 τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;

Κρέων

735 μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός.

Ἐτεοκλῆς

736 τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;

Κρέων

737 ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ —

Ἐτεοκλῆς

738 τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.

Κρέων

739 λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις.

Ἐτεοκλῆς

740 τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.

Κρέων

741 ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.

Ἐτεοκλῆς

742 λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;

Κρέων

743 λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.

Ἐτεοκλῆς

744 ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις.

Κρέων

745 καὶ ξυστρατήγους ⟨γʼ⟩· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ.

Ἐτεοκλῆς

746 θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ;

Κρέων

747 ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον.

Ἐτεοκλῆς

748 ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν

749 τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,

750 ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.

751 ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν,

752 ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων.

753 ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα.

754 καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖν

755 καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί.

756 [κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.]

757 γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ

758 Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,

759 σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυον

760 τὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς.

761 μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;

762 τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν.

763 πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,

764 ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα·

765 ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ.

766 ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον

767 οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,

768 τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν

769 Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,

770 λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον·

771 σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,

772 ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην

773 ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.

774 πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον·

775 ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν

776 μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,

777 θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ.

778 [σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω·]

779 ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα,

780 ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς

781 ὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ.

782 τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν,

783 προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.

Χορός

784 ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι

785 καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς;

786 οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας

787 βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ

788 μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί,

789 ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας

790 αἵματι Θήβας

791 κῶμον ἀναυλότατον προχορεύεις.

792 οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ,

793 ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων

793a ἱππείαις ἐπὶ χεύμασι βαίνων

794 Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας

795 Σπαρτῶν γένναν,

796 ἀσπιδοφέρμονα θίασον ἐνόπλιον,

797 ἀντίπαλον κατὰ λάινα τείχεα

798 χαλκῷ κοσμήσας.

798a ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε

799 μήσατο πήματα γᾶς βασιλεῦσιν,

800 Λαβδακίδαις πολυμόχθοις.

Χορός

801 ὦ ζαθέων πετάλων πολυθηρότα-

802 τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,

803 μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας,

804 ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,

805 χρυσοδέτοις περόναις ἐπίσαμον·

806 μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν

807 πένθεα γαίας

807a Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς,

808 ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς

809 τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς

810 γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας

811 Καδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα

812 θάλλει παίδων

813 Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.

814 οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν,

815 οὐδʼ οἱ μὴ νόμιμοι

816 παῖδες ματρὶ λόχευμα, μίασμα πατρός·

817 ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.

817a […]

Χορός

818 ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε,

819 βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις,

820 τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος

821 γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος·

822 Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους

823 ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας

824 τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα

825 διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,

826 Δίρκα χλοεροτρόφον ᾇ πεδίον

827 πρόπαρ Ἰσμηνοῦ καταδεύει·

828 Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ,

829 Καδμείων βασιλῆας ἐγείνατο,

830 μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ-

831 ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼ

832 Ἀρηΐοις στεφάνοισιν.

Τειρεσίας

834 ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ

835 ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς·

836 δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν,

837 πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·

838 κλήρους τέ μοι φύλασσε παρθένῳ χερί,

839 οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν

840 θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι.

841 τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι

842 πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς

843 πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,

844 πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.

Κρέων

845 θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς

846 ἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον·

847 ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ

848 χειρὸς θυραίας ἀναμένειν κουφίσματα.

Τειρεσίας

849 εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον;

Κρέων

850 οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος

851 καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.

Τειρεσίας

852 κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο

853 δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·

854 κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,

855 οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ·

856 καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω

857 λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.

Κρέων

858 οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·

859 ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ,

860 δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.

861 βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις

862 ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·

863 ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα,

864 τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.

Τειρεσίας

865 Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα

866 χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν,

867 λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,

868 ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν

869 πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·

870 αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ

871 θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.

872 ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ

873 χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,

874 ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ

875 οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ

876 ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς

877 δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.

878 ἁγὼ τί ⟨οὐ⟩ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη

879 ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;

880 ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον·

881 πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες

882 Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη

883 πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.

884 σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι,

885 εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.

886 ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου

887 μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός,

888 ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.

889 ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,

890 μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.

891 ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς

892 πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις

893 πόλει παρασχεῖν φάρμακον σωτηρίας —

894 ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα

895 τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;

Κρέων

896 ἐπίσχες αὐτοῦ, πρέσβυ.

Τειρεσίας

896b μὴ ʼπιλαμβάνου.

Κρέων

897 μεῖνον, τί φεύγεις;

Τειρεσίας

897b ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ.

Κρέων

898 φράσον πολίταις καὶ πόλει σωτηρίαν.

Τειρεσίας

899 βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.

Κρέων

900 καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;

Τειρεσίας

901 θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;

Κρέων

902 ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;

Τειρεσίας

903 κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.

904 πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,

905 ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν;

Κρέων

906 ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.

Τειρεσίας

907 ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.

Κρέων

908 ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.

Τειρεσίας

909 βούλῃ παρόντος δῆτά σοι τούτου φράσω;

Κρέων

910 κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.

Τειρεσίας

911 ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν·

912 [ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν]

913 σφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας,

914 σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.

Κρέων

915 τί φῄς; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον;

Τειρεσίας

916 ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν.

Κρέων

917 ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά.

Τειρεσίας

918 σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.

Κρέων

919 οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.

Τειρεσίας

920 ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν.

Κρέων

921 χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.

Τειρεσίας

922 ἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς;

Κρέων

923 ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς —

Τειρεσίας

924 τί προσπίτνεις με; δυσφύλακτʼ αἰτῇ κακά.

Κρέων

925 σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους.

Τειρεσίας

926 ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν.

Κρέων

927 τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;

Τειρεσίας

928 ἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται.

Κρέων

929 ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν;

Τειρεσίας

930 ὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων.

931 δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς

932 ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,

933 σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς

934 Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,

935 ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον.

936 καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη.

937 χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματος

938 αἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆ

939 γῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυν

940 σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν

941 τοῦδʼ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.

942 σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους

943 ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο,

944 οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι

945 σφαγὰς ἀπείργουσʼ. οὐ γάρ ἐστιν ᾔθεος·

946 κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ, ἀλλʼ ἔχει λέχος.

947 οὗτος δὲ πῶλος τῇδʼ ἀνειμένος πόλει

948 θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν.

949 πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τε

950 θήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών,

951 κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν

952 τὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν.

953 τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον,

954 πρὸς οἶκον. ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ,

955 μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ,

956 πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ·

957 ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγων

958 ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον

959 χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα.

Χορός

960 Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας;

961 κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.

Κρέων

962 τί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι.

963 ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς,

964 ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.

965 πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,

966 οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.

967 μή μʼ εὐλογείτω τἀμά τις κτείνων τέκνα.

968 αὐτὸς δʼ — ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου —

969 θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.

970 ἀλλʼ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,

971 ἀκόλαστʼ ἐάσας μάντεων θεσπίσματα,

972 φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός·

973 λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε,

974 [πύλας ἐφʼ ἑπτὰ καὶ λοχαγέτας μολών·]

975 κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία·

976 ἢν δʼ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ.

Μενοικεύς

977 ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;

Κρέων

978 ὅπου χθονὸς τῆσδʼ ἐκποδὼν μάλιστʼ ἔσῃ.

Μενοικεύς

979 οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δʼ ἐμέ.

Κρέων

980 Δελφοὺς περάσας —

Μενοικεύς

980b ποῖ με χρή, πάτερ, μολεῖν;

Κρέων

981 Αἰτωλίδʼ ἐς γῆν.

Μενοικεύς

981b ἐκ δὲ τῆσδε ποῖ περῶ;

Κρέων

982 Θεσπρωτὸν οὖδας.

Μενοικεύς

982b σεμνὰ Δωδώνης βάθρα;

Κρέων

983 ἔγνως.

Μενοικεύς

983b τί δὴ τόδʼ ἔρυμά μοι γενήσεται;

Κρέων

984 πόμπιμος ὁ δαίμων.

Μενοικεύς

984b χρημάτων δὲ τίς πόρος;

Κρέων

985 ἐγὼ πορεύσω χρυσόν.

Μενοικεύς

985b εὖ λέγεις, πάτερ.

986 χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,

987 ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω,

988 μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς —

989 [προσηγορήσων εἶμι καὶ σῴσων βίον.]

990 ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. —

991 γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,

992 κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν·

993 ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,

994 καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν

995 γέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει,

996 προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο.

997 ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλιν

998 ψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός.

999 αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι

1000 κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι

1001 στάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν,

1002 πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ·

1003 ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς

1004 πόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς

1005 ἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι.

1006 μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον,

1007 ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ

1008 Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.

1009 ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων

1010 σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ

1011 δράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο,

1012 ἐλευθερώσω γαῖαν· εἴρηται λόγος.

1013 στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει

1014 δώσων, νόσου δὲ τήνδʼ ἀπαλλάξω χθόνα.

1015 εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις

1016 χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι

1017 πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων

1018 πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.

Χορός

1019 ἔβας ἔβας,

1019a ὦ πτεροῦσσα, γᾶς λόχευμα

1020 νερτέρου τʼ Ἐχίδνας,

1021 Καδμείων ἁρπαγά,

1022 πολύφθορος πολύστονος

1023 μειξοπάρθενος,

1023a δάιον τέρας,

1024 φοιτάσι πτεροῖς

1025 χαλαῖσί τʼ ὠμοσίτοις·

1026 Διρκαίων ἅ ποτʼ ἐκ

1027 τόπων νέους πεδαίρουσʼ

1028 ἄλυρον ἀμφὶ μοῦσαν

1029 ὀλομέναν τʼ Ἐρινὺν

1030 ἔφερες ἔφερες ἄχεα πατρίδι

1031 φόνια· φόνιος ἐκ θεῶν

1032 ὃς τάδʼ ἦν ὁ πράξας.

1033 ἰάλεμοι δὲ ματέρων,

1034 ἰάλεμοι δὲ παρθένων

1035 ἐστέναζον οἴκοις·

1036 ἰηιήιον βοάν,

1037 ἰηιήιον μέλος,

1038 ἄλλος ἄλλʼ ἐπωτότυζε

1038a διαδοχαῖς ἀνὰ πτόλιν.

1039 βροντᾷ δὲ στεναγμὸς

1040 ἀχά τʼ ἦν ὅμοιος,

1041 ὁπότε πόλεος ἀφανίσειεν

1042 ἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν.

Χορός

1043 χρόνῳ δʼ ἔβα

1043a Πυθίαις ἀποστολαῖσιν

1044 Οἰδίπους ὁ τλάμων

1045 Θηβαίαν τάνδε γᾶν

1046 τότʼ ἀσμένοις, πάλιν δʼ ἄχη·

1047 ματρὶ γὰρ γάμους

1048 δυσγάμους τάλας

1049 καλλίνικος ὢν

1049a αἰνιγμάτων συνάπτει,

1050 μιαίνει δὲ πτόλιν·

1051 διʼ αἱμάτων δʼ ἀμείβει

1052 μυσαρὸν εἰς ἀγῶνα

1053 καταβαλὼν ἀραῖσι

1054 τέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ,

1055 ὃς ἐπὶ θάνατον οἴχεται

1056 γᾶς ὑπὲρ πατρῴας,

1057 Κρέοντι μὲν λιπὼν γόους,

1058 τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶς

1059 καλλίνικα θήσων.

1060 γενοίμεθʼ ὧδε ματέρες

1061 γενοίμεθʼ εὔτεκνοι, φίλα

1062 Παλλάς, ἃ δράκοντος αἷμα

1063 λιθόβολον κατειργάσω,

1064 Καδμείαν μέριμναν

1064a ὁρμήσασʼ ἐπʼ ἔργον,

1065 ὅθεν ἐπέσυτο τάνδε γαῖαν

1066 ἁρπαγαῖσι δαιμόνων τις ἄτα.

Ἄγγελος

1067 ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;

1068 ἀνοίγετʼ· ἐκπορεύετʼ Ἰοκάστην δόμων.

1069 ὠὴ μάλʼ αὖθις· διὰ μακροῦ μέν, ἀλλʼ ὅμως

1070 ἔξελθʼ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ,

1071 λήξασʼ ὀδυρμῶν πενθίμων τε δακρύων.

Ἰοκάστη

1072 ὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρων

1073 Ἐτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδα

1074 βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;

1075 [τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος;]

1076 τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι.

Ἄγγελος

1077 ζῇ, μὴ τρέσῃς τόδʼ, ὥς ⟨σʼ⟩ ἀπαλλάξω φόβου.

Ἰοκάστη

1078 τί δʼ; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί;

Ἄγγελος

1079 ἑστᾶσʼ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις.

Ἰοκάστη

1080 ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;

Ἄγγελος

1081 ἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρης

1082 κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.

Ἰοκάστη

1083 ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι

1084 οἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος.

Ἄγγελος

1085 ζῇ σοι ξυνωρὶς ἐς τόδʼ ἡμέρας τέκνων.

Ἰοκάστη

1086 εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ

1087 πυλῶν ἀπεστήσασθε πυργηρούμενοι;

1088 λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας

1089 ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης.

Ἄγγελος

1090 ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν

1091 πύργων ἐπʼ ἄκρων στὰς μελάνδετον ξίφος

1092 λαιμῶν διῆκε τῇδε γῇ σωτήριον,

1093 λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας

1094 πύλας ἐφʼ ἑπτά, φύλακας Ἀργείου δορός,

1095 σὸς παῖς, ἐφέδρους ⟨δʼ⟩ ἱππότας μὲν ἱππόταις

1096 ἔταξʼ, ὁπλίτας δʼ ἀσπιδηφόροις ἔπι,

1097 ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς

1098 ἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίων

1099 λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν

1100 Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας

1101 δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.

1102 παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ

1103 ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.

1104 καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις

1105 λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα

1106 ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,

1107 ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,

1108 ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον

1109 χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας

1110 πύλας ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματι

1111 ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖʼ ἔχων

1112 ὑβρισμένʼ, ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα.

1113 Ὠγύγια δʼ ἐς πυλώμαθʼ Ἱππομέδων ἄναξ

1114 ἔστειχʼ ἔχων σημεῖον ἐν μέσῳ σάκει

1115 στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα,

1116 τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα

1117 βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,

1118 ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.

1119 Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις

1120 Τυδεύς, λέοντος δέρος ἔχων ἐπʼ ἀσπίδι

1121 χαίτῃ πεφρικός· δεξιᾷ δὲ λαμπάδα

1122 Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.

1123 ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις

1124 Ἄρη προσῆγε· Ποτνιάδες δʼ ἐπʼ ἀσπίδι

1125 ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ,

1126 εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι

1127 πόρπαχʼ ὑπʼ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν.

1128 ὁ δʼ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν

1129 Καπανεὺς προσῆγε λόχον ἐπʼ Ἠλέκτραις πύλαις·

1130 σιδηρονώτοις δʼ ἀσπίδος τύποις ἐπῆν

1131 γίγας ἐπʼ ὤμοις γηγενὴς ὅλην πόλιν

1132 φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων,

1133 ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.

1134 ταῖς δʼ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,

1135 ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ,

1136 [ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν]

1137 Ἀργεῖον αὔχημʼ· ἐκ δὲ τειχέων μέσων

1138 δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.

1139 παρῆν δʼ ἑκάστου τῶνδέ μοι θεάματα

1140 ξύνθημα παρφέροντι ποιμέσιν λόχων.

1141 καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις

1142 ἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοις

1143 πετρῶν τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχῃ,

1144 ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος·

1145 ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,

1146 τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις,

1147 γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται;

1148 ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν·

1149 πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι,

1150 ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων

1151 πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας·

1152 ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς.

1153 ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος

1154 τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ

1155 πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν·

1156 ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦ

1157 Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ

1158 ἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο·

1159 ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς

1160 ἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυν

1161 καθῃμάτωσεν· οὐδʼ ἀποίσεται βίον

1162 τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.

1163 ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πύλας,

1164 ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δʼ ἐγώ.

1165 ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς

1166 Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα

1167 πύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεων

1168 λιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλιν

1169 κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,

1170 πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλας

1171 ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.

1172 Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο;

1173 μακραύχενος γὰρ κλίμακος προσαμβάσεις

1174 ἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε,

1175 μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς

1176 τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν.

1177 καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενος

1178 ἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας,

1179 κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα.

1180 ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέων

1181 βάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲ

1182 χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων

1183 [ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,]

1184 [κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δʼ ἐς χθόνα,]

1185 [χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονος]

1186 εἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός.

1187 ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ,

1188 ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.

1189 οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέρας

1190 ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους

1191 ἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλα

1192 συνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά·

1193 ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο,

1194 τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι,

1195 νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ.

1196 πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς

1197 ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴς

1198 ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει·

1199 καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.

Χορός

1200 καλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶ

1201 γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ.

Ἰοκάστη

1202 καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει·

1203 παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.

1204 Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων

1205 τῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,

1206 παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς,

1207 ἰδίᾳ δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν,

1208 τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον.

Ἄγγελος

1209 ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς.

Ἰοκάστη

1210 τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον.

Ἄγγελος

1211 μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους;

Ἰοκάστη

1212 καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν.

Ἄγγελος

1213 μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.

Ἰοκάστη

1214 κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.

Ἄγγελος

1215 κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά.

Ἰοκάστη

1216 ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.

Ἄγγελος

1217 αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου

1218 φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;

1219 τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα

1220 αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ,

1221 λέξαντες Ἀργείοισι Καδμείοισί τε

1222 ἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον.

1223 Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶς

1224 πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ·

1225 [ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάται]

1226 Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε,

1227 Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν

1228 ψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ.

1229 ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς

1230 μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην·

1231 κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος,

1232 ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ·

1233 ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνα

1234 νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε,

1235 Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός.

1236 τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνος

1237 ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους.

1238 πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδε

1239 Κάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι.

1240 ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοις

1241 ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.

1242 ἤδη δʼ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις

1243 δισσοὶ γέροντος Οἰδίπου νεανίαι·

1244 φίλοι δʼ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς

1245 Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι.

1246 ἔσταν δὲ λαμπρὼ χρῶμά τʼ οὐκ ἠλλαξάτην

1247 μαργῶντʼ ἐπʼ ἀλλήλοισιν ἱέναι δόρυ.

1248 παρεξιόντες δʼ ἄλλος ἄλλοθεν φίλων

1249 λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε·

1250 Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας

1251 τρόπαιον Ἄργει τʼ εὐκλεᾶ δοῦναι λόγον·

1252 Ἐτεοκλέα δʼ αὖ· νῦν πόλεως ὑπερμαχεῖς,

1253 νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.

1254 τάδʼ ἠγόρευον παρακαλοῦντες ἐς μάχην.

1255 μάντεις δὲ μῆλʼ ἔσφαζον, ἐμπύρους τʼ ἀκμὰς

1256 ῥήξεις τʼ ἐνώμων ὑγρότητʼ ἐναντίαν

1257 ἄκραν τε λαμπάδʼ, ἣ δυοῖν ὅρους ἔχει,

1258 νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.

1259 ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους

1260 ἢ φίλτρʼ ἐπῳδῶν, στεῖχʼ, ἐρήτυσον τέκνα

1261 δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας·

1262 κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται

1263 δισσοῖν στερείσῃ τῇδʼ ἐν ἡμέρᾳ τέκνοιν.

Ἰοκάστη

1264 ὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος·

1265 οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι

1266 νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,

1267 ἀλλʼ ἄνδρʼ ἀρίστω καὶ κασιγνήτω σέθεν

1268 ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ

1269 ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν.

Ἀντιγόνη

1270 τίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν

1271 φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;

Ἰοκάστη

1272 ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.

Ἀντιγόνη

1273 πῶς εἶπας;

Ἰοκάστη

1273b αἰχμὴν ἐς μίαν καθέστατον.

Ἀντιγόνη

1274 οἲ ʼγώ, τί λέξεις, μῆτερ;

Ἰοκάστη

1274b οὐ φίλʼ, ἀλλʼ ἕπου.

Ἀντιγόνη

1275 ποῖ, παρθενῶνας ἐκλιποῦσʼ;

Ἰοκάστη

1275b ἀνὰ στρατόν.

Ἀντιγόνη

1276 αἰδούμεθʼ ὄχλον.

Ἰοκάστη

1276b οὐκ ἐν αἰσχύνῃ τὰ σά.

Ἀντιγόνη

1277 δράσω δὲ δὴ τί;

Ἰοκάστη

1277b συγγόνων λύσεις ἔριν.

Ἀντιγόνη

1278 τί δρῶσα, μῆτερ;

Ἰοκάστη

1278b προσπίτνουσʼ ἐμοῦ μέτα.

Ἀντιγόνη

1279 ἡγοῦ σὺ πρὸς μεταίχμιʼ· οὐ μελλητέον.

Ἰοκάστη

1280 ἔπειγʼ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω

1281 παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος·

1283 θανοῦσι δʼ αὐτοῖς συνθανοῦσα κείσομαι.

Χορός

1284 αἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳ

1285 τρομερὰν φρένʼ ἔχω· διὰ σάρκα δʼ ἐμὰν

1286 ἔλεος ἔλεος ἔμολε μα-

1287 τέρος δειλαίας.

1288 δίδυμα τέκεα πότερος ἄρα

1289 πότερον αἱμάξει —

1290 ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ —

1291 ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν

1292 διʼ ἀσπίδων, διʼ αἱμάτων;

1294 τάλαινʼ ἐγὼ τάλαινα, πό-

1295 τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω;

Χορός

1296 φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες,

1297 φόνιαι ψυχαὶ δορὶ παλλόμεναι

1298 πέσεα πέσεα δάιʼ αὐ-

1299 τίχʼ αἱμάξετον.

1300 τάλανες, ὅ τι ποτὲ μονομάχον

1301 ἐπὶ φρένʼ ἠλθέτην,

1302 βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν

1303 μελομέναν νεκροῖς δάκρυσι θρηνήσω.

1304 σχεδὸν τύχα πέλας φόνου·

1305 κρινεῖ φάος τὸ μέλλον. ἄ-

1306 ποτμος ἄποτμος ὁ φόνος ἕνεκʼ Ἐρινύων.

Χορός

1307 ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ

1308 πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.

Κρέων

1310 οἴμοι, τί δράσω; πότερʼ ἐμαυτὸν ἢ πόλιν

1311 στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος

1312 [τοιοῦτον ὥστε διʼ Ἀχέροντος ἱέναι;]

1313 ἐμός τε γὰρ παῖς γῆς ὄλωλʼ ὑπερθανών,

1314 τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δʼ ἐμοί·

1315 ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν

1316 αὐτοσφαγῆ δύστηνος ἐκόμισʼ ἐν χεροῖν,

1317 βοᾷ δὲ δῶμα πᾶν· ἐγὼ δʼ ἥκω μέτα

1318 γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως

1319 λούσῃ προθῆταί τʼ οὐκέτʼ ὄντα παῖδʼ ἐμόν.

1320 τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα

1321 τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν.

Χορός

1322 βέβηκʼ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων

1323 κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί.

Κρέων

1324 ποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι.

Χορός

1325 ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ

1326 ἐς ἀσπίδʼ ἥξειν βασιλικῶν δόμων ὕπερ.

Κρέων

1327 πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ

1328 οὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι.

Χορός

1329 ἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι·

1330 δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον,

1331 ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.

Κρέων

1332 οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,

1333 σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου

1334 στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.

Ἄγγελος

1335 ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους;

Κρέων

1336 οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου.

Ἄγγελος

1337 ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.

Κρέων

1338 πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;

Ἄγγελος

1339 οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.

Κρέων

1340 αἰαῖ·

1341 μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.

1342 ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδε

1343 παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;

Χορός

1344 ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν.

Κρέων

1345 οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,

1346 [οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ.]

Ἄγγελος

1347 εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά.

Κρέων

1348 καὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα;

Ἄγγελος

1349 τέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.

Χορός

1350 ἀνάγετʼ ἀνάγετε κωκυ-

1351 τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.

Κρέων

1352 ὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίου

1353 γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης.

1354 πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος

1355 ἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι.

Ἄγγελος

1356 τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς

1357 οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.

1358 [ὥστʼ οὐχ ἅπαντά σʼ εἰδέναι τὰ δρώμενα.]

1359 ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοις

1360 οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,

1361 ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιον

1362 [δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα]

1363 ὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός.

1364 βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς·

1365 ὦ πότνιʼ Ἥρα — σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοις

1366 ἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα —

1367 δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴν

1368 καθαιματῶσαι δεξιὰν νικηφόρον· —

1369 [αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.]

1370 [πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση,]

1371 [κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.]

1372 Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος

1373 βλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη,

1374 δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς

1375 ἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖν

1376 κτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.

1377 ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς

1378 σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης,

1379 ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι·

1380 κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν

1381 ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας·

1382 ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις,

1383 ὅπως σίδηρος ἐξολισθάνοι μάτην.

1384 εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,

1385 λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων.

1386 ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν

1387 ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.

1388 πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼς

1389 ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.

1390 Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον

1391 ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος

1392 τίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί,

1393 πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών,

1394 κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ·

1395 στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.

1396 κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν

1397 ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ

1398 διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς

1399 Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ.

1400 ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν

1401 χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον

1402 μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης

1403 ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν.

1404 ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων

1405 ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας

1406 πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης.

1407 καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν

1408 ἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός.

1409 ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,

1410 λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα,

1411 πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,

1412 προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦ

1413 καθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν.

1414 ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας

1415 σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.

1416 ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ,

1417 ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν

1418 τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.

1419 ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ,

1420 σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι,

1421 μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος.

1422 Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.

1423 γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας

1424 πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.

Χορός

1425 φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω·

1426 τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.

Ἄγγελος

1427 ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.

1428 ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον,

1429 ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει

1430 σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός.

1431 τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰς

1432 ᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμος

1433 πάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκνα

1434 ἔκλαιʼ, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον

1435 στένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ·

1436 ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς

1437 προδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄπο

1438 φύσημʼ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ

1439 ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα

1440 φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄπο

1441 προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.

1442 ὃ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼν

1443 γραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε·

1444 Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲ

1445 καὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν.

1446 φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος.

1447 θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,

1448 ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην

1449 παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω

1450 χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα.

1451 ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί,

1452 μῆτερ — τίθησι δʼ αὐτὸς ὀμμάτων ἔπι —

1453 καὶ χαίρετʼ· ἤδη γάρ με περιβάλλει σκότος.

1454 ἄμφω δʼ ἅμʼ ἐξέπνευσαν ἄθλιον βίον.

1455 μήτηρ δʼ, ὅπως ἐσεῖδε τήνδε συμφοράν,

1456 ὑπερπαθήσασʼ, ἥρπασʼ ἐκ νεκρῶν ξίφος

1457 κἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένος

1458 ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις

1459 θανοῦσα κεῖται περιβαλοῦσʼ ἀμφοῖν χέρας.

1460 ἀνῇξε δʼ ὀρθὸς λαὸς εἰς ἔριν λόγων,

1461 ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν,

1462 οἳ δʼ ὡς ἐκεῖνον. ἦν δʼ ἔρις στρατηλάταις,

1463 οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί,

1464 οἳ δʼ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι.

1465 κἀν τῷδʼ ὑπεξῆλθʼ Ἀντιγόνη στρατοῦ δίχα.

1466 οἳ δʼ εἰς ὅπλʼ ᾖσσον· εὖ δέ πως προμηθίᾳ

1467 καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι·

1468 κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον

1469 Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.

1470 κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασαν

1471 φεύγοντες, ἔρρει δʼ αἷμα μυρίων νεκρῶν

1472 λόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχῃ,

1473 οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,

1474 οἳ δʼ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν

1475 σκυλεύματʼ εἴσω τειχέων ἐπέμπομεν.

1476 ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα

1477 νεκροὺς φέρουσιν ἐνθάδʼ οἰκτίσαι φίλοις.

1478 πόλει δʼ ἀγῶνες οἳ μὲν εὐτυχέστατοι

1479 τῇδʼ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι.

Χορός

1480 οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία

1481 δώματος ἥκει· πάρα γὰρ λεύσσειν

1482 πτώματα νεκρῶν τρισσῶν ἤδη

1483 τάδε πρὸς μελάθροις κοινῷ θανάτῳ

1484 σκοτίαν αἰῶνα λαχόντων.

Ἀντιγόνη

1485 οὐ προκαλυπτομένα βοτρυχώδεος

1486 ἁβρὰ παρηίδος οὐδʼ ὑπὸ παρθενί-

1488 ας τὸν ὑπὸ βλεφάροις φοίνικʼ, ἐρύθημα προσώπου,

1489 αἰδομένα φέρομαι βάκχα νεκύ-

1490 ων, κράδεμνα δικοῦσα κόμας ἀπʼ ἐ-

1491 μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,

1492 ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.

1493 ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι·

1495 σὰ δʼ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος —

1496 Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼ

1497 αἵματι δεινῷ, αἵματι λυγρῷ.

1498 τίνα προσῳδὸν

1499 ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ

1500 δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,

1501 ἀγκαλέσωμαι,

1502 τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα,

1503 ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος;

1504 ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε,

1505 τᾶς ἀγρίας ὅτε

1506 δυσξυνέτου ξυνετὸν μέλος ἔγνω

1507 Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.

1508 ἰώ μοί μοι, πάτερ,

1509 τίς Ἑλλὰς ἢ βάρβαρος ἢ

1510 τῶν προπάροιθʼ εὐγενετᾶν

1511 ἕτερος ἔτλα κακῶν τοσῶνδʼ

1512 αἵματος ἁμερίου

1513 τοιάδʼ ἄχεα φανερά;

1514 τάλαινʼ, ὡς ἐλελίζει —

1515 τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢ

1516 ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα,

1517 μονομάτορσιν ὀδυρμοῖς

1518 ἐμοῖς ἄχεσι συνῳδός;

1519 αἴλινον αἰάγμασιν ἃ

1520 τοῖσδε προκλαίω μονάδʼ αἰ-

1521 ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν

1522 λειβομένοισιν δάκρυσιν [ἰαχήσω].

1524 τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί-

1525 τας σπαραγμοῖς ἀπαρχὰς βάλω;

1526 ματρὸς ἐμᾶς ἢ διδύμοι-

1527 σι γάλακτος παρὰ μαστοῖς

1528 ἢ πρὸς ἀδελ-

1529 φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν;

1530 ὀτοτοτοῖ λεῖπε σοὺς

1531 δόμους, ἀλαὸν ὄμμα φέρων,

1532 πάτερ γεραιέ, δεῖξον,

1533 Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶ

1534 δώμασιν ἀέριον σκότον ὄμμασι

1535 σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.

1536 κλύεις, ὦ κατʼ αὐλὰν

1537 ἀλαίνων γεραιὸν

1538 πόδʼ ἢ δεμνίοις δύ-

1538a στανος ἰαύων;

Οἰδίπους

1539 τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ

1540 ποδὸς ἐξάγαγες ἐς φῶς

1541 λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ-

1542 τροτάτοισιν δακρύοισιν,

1543 πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ

1544 νέκυν ἔνερθεν ἢ

1545 πτανὸν ὄνειρον;

Ἀντιγόνη

1546 δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ,

1547 πάτερ, οὐκέτι σοι τέκνα λεύσσει

1548 φάος οὐδʼ ἄλοχος, παραβάκτροις

1549 ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,

1550 ⟨ὦ⟩ πάτερ, ὤμοι.

Οἰδίπους

1551 ὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν.

1553 τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳ

1554 πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.

Ἀντιγόνη

1555 οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν,

1556 ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ

1557 ξίφεσιν βρίθων

1558 καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,

1559 ὦ πάτερ, ὤ μοι.

Οἰδίπους

1560 αἰαῖ.

Ἀντιγόνη

1560b τί τάδε καταστένεις,

Οἰδίπους

1561 τέκνα.

Ἀντιγόνη

1561b διʼ ὀδύνας ἔβας·

1562 εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων

1563 ἀελίου τάδε σώματα νεκρῶν

1564 ὄμματος αὐγαῖς σαῖς ἐπενώμας —

Οἰδίπους

1565 τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν·

1566 ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ;

Ἀντιγόνη

1567 δάκρυα γοερὰ

1567a φανερὰ πᾶσι τιθεμένα,

1568 τέκεσι μαστὸν ἔφερεν ἔφερεν

1569 ἱκέτις ἱκέτιν ὀρομένα.

1570 ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκνα

1571 λωτοτρόφον κατὰ λείμακα λόγχαις,

1572 κοινὸν ἐνυάλιον,

1573 μάτηρ, ὥστε λέοντας ἐναύλους,

1574 μαρναμένους ἐπὶ τραύμασιν, αἵματος

1575 ἤδη ψυχρὰν λοιβὰν φονίαν,

1576 ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης·

1577 χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω

1578 σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι.

1579 πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν,

1580 ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς

1581 τάδε τελευτᾷ.

Χορός

1582 πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις

1583 τόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος.

Κρέων

1584 οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφου

1585 μνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγον

1586 ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι

1587 Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς

1588 Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.

1589 οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι·

1590 σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε

1591 σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.

1592 ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγω

1593 οὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας

1594 τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.

Οἰδίπους

1595 ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον

1596 καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ·

1597 ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,

1598 ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισεν

1599 φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ.

1600 ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ

1601 κτείνει με νομίσας πολέμιον πεφυκέναι·

1602 χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με

1603 μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·

1604 οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν

1605 ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,

1606 ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ […]

1606a […] δουλεῦσαί τέ μοι

1607 δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.

1608 κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼ

1609 ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος,

1610 παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,

1611 ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.

1612 οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼ

1613 ὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίον

1614 ἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην.

1615 εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ;

1616 τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;

1617 ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι.

1618 ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι.

1619 ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον;

1620 πόθεν; τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον;

1621 ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.

1622 οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυ

1623 κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲς

1624 οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.

Κρέων

1625 σοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά,

1626 ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα.

1627 νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν

1628 ἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλιν

1629 πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν

1630 ἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός.

1631 κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε·

1632 ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷ

1633 ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.

1634 [ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.]

1635 σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν

1636 κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω

1637 καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν

1638 μένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει.

Ἀντιγόνη

1639 ὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς.

1640 ὥς σε στενάζω τῶν τεθνηκότων πλέον·

1641 οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ,

1642 ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.

1643 ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον·

1644 τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός;

1645 τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ;

Κρέων

1646 Ἐτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε.

Ἀντιγόνη

1647 ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.

Κρέων

1648 πῶς; τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν;

Ἀντιγόνη

1649 οὔκ, ἢν πονηρά γʼ ᾖ κακῶς τʼ εἰρημένα.

Κρέων

1650 τί δʼ; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;

Ἀντιγόνη

1651 οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.

Κρέων

1652 εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.

Ἀντιγόνη

1653 οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα.

Κρέων

1654 καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω.

Ἀντιγόνη

1655 τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;

Κρέων

1656 ἄταφος ὅδʼ ἁνήρ, ὡς μάθῃς, γενήσεται.

Ἀντιγόνη

1657 ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις.

Κρέων

1658 σαυτὴν ἄρʼ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ.

Ἀντιγόνη

1659 ἀλλʼ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας.

Κρέων

1660 λάζυσθε τήνδε κἀς δόμους κομίζετε.

Ἀντιγόνη

1661 οὐ δῆτʼ, ἐπεὶ τοῦδʼ οὐ μεθήσομαι νεκροῦ.

Κρέων

1662 ἔκρινʼ ὁ δαίμων, παρθένʼ, οὐχ ἃ σοὶ δοκεῖ.

Ἀντιγόνη

1663 κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς.

Κρέων

1664 ὡς οὔτις ἀμφὶ τῷδʼ ὑγρὰν θήσει κόνιν.

Ἀντιγόνη

1665 ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον.

Κρέων

1666 μάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε.

Ἀντιγόνη

1667 σὺ δʼ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μʼ ἔα.

Κρέων

1668 ἓν τοῦτʼ ἂν εἴη τῶν ἀπορρήτων πόλει.

Ἀντιγόνη

1669 ἀλλʼ ἀμφὶ τραύματʼ ἄγρια τελαμῶνας βαλεῖν.

Κρέων

1670 οὐκ ἔσθʼ ὅπως σὺ τόνδε τιμήσεις νέκυν.

Ἀντιγόνη

1671 ὦ φίλτατʼ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.

Κρέων

1672 οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.

Ἀντιγόνη

1673 ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε;

Κρέων

1674 πολλή σʼ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξῃ λέχος;

Ἀντιγόνη

1675 νὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν.

Κρέων

1676 εἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν;

Ἀντιγόνη

1677 ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.

Κρέων

1678 τί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων;

Ἀντιγόνη

1679 συμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί.

Κρέων

1680 γενναιότης σοι, μωρία δʼ ἔνεστί τις.

Ἀντιγόνη

1681 καὶ ξυνθανοῦμαί γʼ, ὡς μάθῃς περαιτέρω.

Κρέων

1682 ἴθʼ, οὐ φονεύσεις παῖδʼ ἐμόν, λίπε χθόνα.

Οἰδίπους

1683 ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.

Ἀντιγόνη

1684 ἀλλʼ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;

Οἰδίπους

1685 μένʼ εὐτυχοῦσα, τἄμʼ ἐγὼ στέρξω κακά.

Ἀντιγόνη

1686 καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;

Οἰδίπους

1687 πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ.

Ἀντιγόνη

1688 ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;

Οἰδίπους

1689 ὄλωλʼ· ἓν ἦμάρ μʼ ὤλβισʼ, ἓν δʼ ἀπώλεσεν.

Ἀντιγόνη

1690 οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν;

Οἰδίπους

1691 αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί.

Ἀντιγόνη

1692 οὔ, σωφρονούσῃ γʼ, ἀλλὰ γενναία, πάτερ.

Οἰδίπους

1693 προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.

Ἀντιγόνη

1694 ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.

Οἰδίπους

1695 ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη.

Ἀντιγόνη

1696 οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά.

Οἰδίπους

1697 Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;

Ἀντιγόνη

1698 τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.

Οἰδίπους

1699 πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ.

Ἀντιγόνη

1700 ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.

Οἰδίπους

1701 ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός.

Ἀντιγόνη

1702 ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί.

Οἰδίπους

1703 νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.

Ἀντιγόνη

1704 ὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά;

Οἰδίπους

1705 ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον.

Ἀντιγόνη

1706 ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;

Οἰδίπους

1707 ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ.

1708 ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί,

1709 ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.

Ἀντιγόνη

1710 ἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν,

1711 πάτερ γεραιέ, πομπίμαν

1712 ἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν.

Οἰδίπους

1713 ⟨ἰδοὺ⟩ ἰδού, πορεύομαι·

1715 τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ.

Ἀντιγόνη

1716 γενόμεθα γενόμεθʼ, ἄθλιαί

1717 γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.

Οἰδίπους

1718 πόθι γεραιὸν ἴχνος τίθημι;

1719 βάκτρα πρόσφερʼ, ὦ τέκνον.

Ἀντιγόνη

1720 τᾷδε τᾷδε βᾶθί μοι,

1721 τᾷδε τᾷδε πόδα τιθείς,

1722 ὥστʼ ὄνειρον ἰσχύν.

Οἰδίπους

1723 ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς

1724 ἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας.

1725 ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς.

Ἀντιγόνη

1726 τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς,

1727 οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας.

Οἰδίπους

1728 ὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ-

1729 λίνικον οὐράνιον ἔβαν

1730 ⟨μειξο⟩παρθένου κόρας

1731 αἴνιγμʼ ἀσύνετον εὑρών.

Ἀντιγόνη

1732 Σφιγγὸς ἀναφέρεις ὄνειδος.

1733 ἄπαγε τὰ πάρος εὐτυχήματʼ αὐδῶν.

1734 τάδε σʼ ἐπέμενε μέλεα πάθεα

1735 φυγάδα πατρίδος ἄπο γενόμενον,

1736 ὦ πάτερ, θανεῖν που.

1737 ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις

1738 λιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίας

1739 ἀπαρθένευτʼ ἀλωμένα.

1740 φεῦ τὸ χρήσιμον φρενῶν

1741 ἐς πατρός γε συμφορὰς

1742 εὐκλεᾶ με θήσει·

1743 τάλαινʼ ἐγὼ ⟨σῶν⟩ συγγόνου θʼ ὑβρισμάτων,

1744 ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται

1745 μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών,

1746 σκότια γᾷ καλύψω.

Οἰδίπους

1747 πρὸς ἥλικας φάνηθι σάς.

Ἀντιγόνη

1748 ἅλις ὀδυρμάτων ἐμῶν.

Οἰδίπους

1749 σὺ δʼ ἀμφὶ βωμίους λιτὰς —

Ἀντιγόνη

1750 κόρον ἔχουσʼ ἐμῶν κακῶν.

Οἰδίπους

1751 ἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς

1752 ἄβατος ὄρεσι μαινάδων.

Ἀντιγόνη

1753 Καδμείαν ᾧ νεβρίδα

1755 στολιδωσαμένα ποτʼ ἐγὼ Σεμέλας

1756 θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα,

1757 χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;

Οἰδίπους

1758 ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετʼ, Οἰδίπους ὅδε,

1759 ὃς τὰ κλείνʼ αἰνίγματʼ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ,

1760 ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη,

1761 νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.

1762 ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;

1763 τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.

Χορός

1764 ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν

1765 βίοτον κατέχοις

1766 καὶ μὴ λήγοις στεφανοῦσα.