Obra longa: também em 1 partes, uma por capítulo, livro ou seção, cada uma cabendo numa leitura — https://pedraangular.app.br/rolo/euripides-alceste-grc-murray-1902/
Ἄλκηστις
τὰ τοῦ δράματος πρόσωπα
Ἀπόλλων
Θάνατος
Χορός
Θεράπαινα Ἀλκήστιδος
Ἄλκηστις
Ἄδμητος
Παῖς Ἀλκήστιδος
Ἡρακλῆς
Φέρης
Θεράπων
Ἀπόλλων
1 Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼ
2 θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
3 Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
4 Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·
5 οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς
6 κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ
7 θνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν.
8 ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ,
9 καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας.
10 ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον
11 παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,
12 Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ
13 Ἄδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν,
14 ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
15 πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους,
16 πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα,
17 οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε
18 θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος·
19 ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται
20 ψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳ
21 θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
22 ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ,
23 λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
24 ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,
25 ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους
26 μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο,
27 φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.
Θάνατος
28 ἆ ἆ·
29 τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς,
30 Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρων
31 ἀφοριζόμενος καὶ καταπαύων;
32 οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου
33 διακωλῦσαι, Μοίρας δολίῳ
34 σφήλαντι τέχνῃ; νῦν δ’ ἐπὶ τῇδ’ αὖ
35 χέρα τοξήρη φρουρεῖς ὁπλίσας,
36 ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’
37 αὐτὴ προθανεῖν Πελίου παῖς.
Ἀπόλλων
38 θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θάνατος
39 τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
Ἀπόλλων
40 σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
Θάνατος
41 καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν.
Ἀπόλλων
42 φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
Θάνατος
43 καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
Ἀπόλλων
44 ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην.
Θάνατος
45 πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
Ἀπόλλων
46 δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
Θάνατος
47 κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα.
Ἀπόλλων
48 λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε.
Θάνατος
49 κτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.
Ἀπόλλων
50 οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν.
Θάνατος
51 ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Ἀπόλλων
52 ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θάνατος
53 οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Ἀπόλλων
54 οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις.
Θάνατος
55 νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
Ἀπόλλων
56 κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θάνατος
57 πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Ἀπόλλων
58 πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν;
Θάνατος
59 ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.
Ἀπόλλων
60 οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;
Θάνατος
61 οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Ἀπόλλων
62 ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θάνατος
63 οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ.
Ἀπόλλων
64 ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν·
65 τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ,
66 Εὐρυσθέως πέμψαντος ἵππειον μέτα
67 ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
68 ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοις
69 βίᾳ γυναῖκα τήνδε σ’ ἐξαιρήσεται.
70 κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάρις
71 δράσεις θ’ ὁμοίως ταῦτʼ, ἀπεχθήσῃ τ’ ἐμοί.
Θάνατος
72 πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·
73 ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
74 στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει·
75 ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
76 ὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.
Χορός
77 —τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων;
78 —τί σεσίγηται δόμος Ἀδμήτου;
79 —ἀλλ’ οὐδὲ φίλων πέλας οὐδείς,
80 ὅστις ἂν εἴποι πότερον φθιμένην
81 βασίλεαν πενθεῖν χρή ⟨μʼ⟩, ἢ ζῶσ’ ἔτι
82 φῶς τόδε λεύσσει Πελίου παῖς
83 Ἄλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστη
84 δόξασα γυνὴ
85 πόσιν εἰς αὑτῆς γεγενῆσθαι.
Χορός
86 —κλύει τις ἢ στεναγμὸν ἢ
87 χειρῶν κτύπον κατὰ στέγας
88 ἢ γόον ὡς πεπραγμένων;
89 —οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα-
90 τίζεται ἀμφὶ πύλας. εἰ
91 γὰρ μετακύμιος ἄτας,
92 ὦ Παιάν, φανείης.
Χορός
93 —οὔ τἂν φθιμένης γ’ ἐσιώπων.
94 —νέκυς ἤδη.
94a —οὐ δὴ φροῦδός γ’ ἐξ οἴκων.
95 —πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;
96 —πῶς ἂν ἔρημον τάφον Ἄδμητος
96a […]
97 κεδνῆς ἂν ἔπραξε γυναικός;
Χορός
98 —πυλῶν πάροιθε δ’ οὐχ ὁρῶ
99 πηγαῖον ὡς νομίζεται
100 χέρνιβ’ ἐπὶ φθιτῶν πύλαις.
101 —χαίτα τ’ οὔτις ἐπὶ προθύροις το-
102 μαῖος, ἃ δὴ νεκύων πέν-
103 θει πίτνει· οὐ νεολαία
104 δουπεῖ χεὶρ γυναικῶν.
Χορός
105 —καὶ μὴν τόδε κύριον ἦμαρ . . .
106 —τί τόδ’ αὐδᾷς;
107 —ᾧ χρή σφε μολεῖν κατὰ γαίας.
108 —ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.
109 —χρὴ τῶν ἀγαθῶν διακναιομένων
110 πενθεῖν ὅστις
111 χρηστὸς ἀπ’ ἀρχῆς νενόμισται.
Χορός
112 —ἀλλ’ οὐδὲ ναυκληρίαν
113 ἔσθ’ ὅποι τις αἴας
114 στείλας, ἢ Λυκίαν
115 εἴτ’ ἐπὶ τὰς ἀνύδρους
116 Ἀμμωνιάδας [ἕδρας],
117 δυστάνου παραλύσαι
118 ψυχάν· μόρος γὰρ ἀπότομος
119 πλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραις
120 οὐκ ἔχω ἐπὶ τίνα
121 μηλοθύταν πορευθῶ.
Χορός
122 —μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦν
123 ὄμμασιν δεδορκὼς
124 Φοίβου παῖς, προλιποῦσ’
125 ἦλθεν ἕδρας σκοτίους
126 Ἅιδα τε πύλας·
127 δμαθέντας γὰρ ἀνίστη,
128 πρὶν αὐτὸν εἷλε διόβολον
129 πλῆκτρον πυρὸς κεραυνίου.
130 νῦν δὲ τίν’ ἔτι βίου
131 ἐλπίδα προσδέχωμαι;
Χορός
132 —πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι,
133 πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
134 αἱμόρραντοι θυσίαι πλήρεις·
135 οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν.
Χορός
136 ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
137 δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι;
138 πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
139 συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ
140 εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν.
Θεράπαινα
141 καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.
Χορός
142 καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;
Θεράπαινα
143 ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
Χορός
144 ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
Θεράπαινα
145 οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.
Χορός
146 ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον;
Θεράπαινα
147 πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
Χορός
148 οὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα;
Θεράπαινα
149 κόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.
Χορός
150 ἴστω νυν εὐκλεής γε κατθανουμένη
151 γυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ.
Θεράπαινα
152 πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται;
153 τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην
154 γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις
155 πόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν;
156 καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις·
157 ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
158 ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν
159 ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
160 ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων
161 ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,
162 καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·
163 Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
164 πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι,
165 τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην
166 σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.
167 μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι
168 θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας
169 ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
170 πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους,
171 προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
172 πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
173 ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
174 κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
175 κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,
176 ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε·
177 Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ
178 κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι,
179 χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ
180 μόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν
181 θνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,
182 σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.
183 κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
184 ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.
185 ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
186 στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
187 καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφη
188 κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
189 παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
190 ἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας
191 ἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη.
192 πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας
193 δέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν
194 προύτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς
195 ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
196 τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
197 καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχει
198 τοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται.
Χορός
199 ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,
200 ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
Θεράπαινα
201 κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
202 καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
203 ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
204 παρειμένη δέ, χειρὸς ἄθλιον βάρος
204a […]
205 ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι
206 βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
207 ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον.
208 [ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται.]
209 ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
210 οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,
211 ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
212 σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.
Χορός
213 — ἰὼ Ζεῦ, τίς ἂν [πῶς] πᾷ πόρος κακῶν
214 γένοιτο καὶ λύσις τύχας
214a ἃ πάρεστι κοιράνοις;
215 —αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα,
216 καὶ μέλανα στολμὸν πέπλων
217 ἀμφιβαλώμεθ’ ἤδη;
218 —δῆλα μέν, φίλοι, δῆλά γʼ, ἀλλ’ ὅμως
219 θεοῖσιν εὐχώμεσθα· θεῶν
219a γὰρ δύναμις μεγίστα.
220 —ὦναξ Παιάν,
221 ἔξευρε μηχανάν τιν’ Ἀδμήτῳ κακῶν.
222 —πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ
223 τοῦδ’ ἐφεῦρες, καὶ νῦν
224 λυτήριος ἐκ θανάτου γενοῦ,
225 φόνιον δ’ ἀπόπαυσον Ἅιδαν.
Χορός
226 — παπαῖ […]
226a ὦ παῖ Φέρητος, οἷ’ ἔπρα-
227 ξας δάμαρτος σᾶς στερείς.
228 —αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε,
229 καὶ πλέον ἢ βρόχῳ δέρην
230 οὐρανίῳ πελάσσαι;
231 τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν
232 γυναῖκα κατθανοῦσαν ἐν
233 ἄματι τῷδ’ ἐπόψῃ.
234 —ἰδοὺ ἰδού,
234a ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.
235 —βόασον ὦ, στέναξον, ὦ Φεραία
235a χθών, τὰν ἀρίσταν
236 γυναῖκα μαραινομέναν νόσῳ
237 κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν.
Χορός
238 οὔποτε φήσω γάμον εὐφραίνειν
239 πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν
240 τεκμαιρόμενος καὶ τάσδε τύχας
241 λεύσσων βασιλέως, ὅστις ἀρίστης
242 ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον
243 τὸν ἔπειτα χρόνον βιοτεύσει.
Ἄλκηστις
244 Ἅλιε καὶ φάος ἁμέρας,
245 οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.
Ἄδμητος
246 ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας,
247 οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ.
Ἄλκηστις
248 γαῖά τε καὶ μελάθρων στέγαι
249 νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.
Ἄδμητος
250 ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς·
251 λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.
Ἄλκηστις
252 ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ·
253 νεκύων δὲ πορθμεὺς
254 ἔχων χέρ’ ἐπὶ κοντῷ Χάρων
255 μ’ ἤδη καλεῖ· Τί μέλλεις;
256 ἐπείγου· σὺ κατείργεις. τάδε τοί με
256a σπερχόμενος ταχύνει.
Ἄδμητος
257 οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν
258 ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.
Ἄλκηστις
259 ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;—
260 νεκύων ἐς αὐλάν,
261 ὑπ’ ὀφρύσι κυαναυγέσι
262 βλέπων πτερωτός—αἵδας.
263 [μέθες με·] τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει-
263a λαιότατα προβαίνω.
Ἄδμητος
264 οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ
265 καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.
Ἄλκηστις
266 μέθετε μέθετέ μ’ ἤδη.
267 κλίνατʼ, οὐ σθένω ποσίν·
268 πλησίον Ἅιδας.
269 σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει.
270 τέκνα, τέκνʼ, οὐκέτι δὴ
271 οὐκέτι μάτηρ σφῷν ἔστιν.
272 χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον.
Ἄδμητος
273 οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω
274 καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
275 μὴ πρός ⟨σε⟩ θεῶν τλῇς με προδοῦναι,
276 μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
277 ἀλλ’ ἄνα, τόλμα·
277a σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην·
278 ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή·
279 σὴν γὰρ φιλίαν σεβόμεσθα.
Ἄλκηστις
280 Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει,
281 λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
282 ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
283 ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν,
284 θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
285 ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον,
286 καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
287 οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου
288 σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην
289 ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ.
290 καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,
291 καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
292 καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
293 μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
294 σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
295 κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,
296 κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
297 καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
298 θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν.
299 εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν·
300 αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε·
301 ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον—
302 δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς
303 οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς·
304 τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων,
305 καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,
306 ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ
307 τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
308 μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ.
309 ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοις
310 τοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα.
311 καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν,
312 [ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν.]
313 σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
314 ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
315 μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα
316 ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
317 οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
318 οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
319 παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον.
320 δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον
321 οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,
322 ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι.
323 χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,
324 γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
325 ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.
Χορός
326 θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·
327 δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
Ἄδμητος
328 ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ
329 καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ
330 μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε
331 τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
332 οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
333 οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
334 ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι
335 θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.
336 οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν,
337 ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,
338 στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν
339 πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.
340 σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα
341 ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα
342 τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν;
343 παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας
344 στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.
345 οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι
346 οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν
347 αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
348 σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν
349 εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,
350 ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας
351 ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
352 δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·
353 ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος
354 ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασι
355 φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους
356 κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον.
357 εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
358 ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
359 ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν,
360 κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων
361 οὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων
362 ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
363 ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω,
364 καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι.
365 ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις
366 σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας
367 πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
368 σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
Χορός
369 καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ
370 λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.
Ἄλκηστις
371 ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε
372 πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
373 γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ.
Ἄδμητος
374 καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε.
Ἄλκηστις
375 ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.
Ἄδμητος
376 δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
Ἄλκηστις
377 σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις.
Ἄδμητος
378 πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις.
Ἄλκηστις
379 ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω.
Ἄδμητος
380 οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;
Ἄλκηστις
381 χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών.
Ἄδμητος
382 ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
Ἄλκηστις
383 ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.
Ἄδμητος
384 ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.
Ἄλκηστις
385 καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.
Ἄδμητος
386 ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.
Ἄλκηστις
387 ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
Ἄδμητος
388 ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.
Ἄλκηστις
389 οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα.
Ἄδμητος
390 βλέψον πρὸς αὐτοὺς βλέψον.
Ἄλκηστις
390b οὐδέν εἰμ’ ἔτι.
Ἄδμητος
391 τί δρᾷς; προλείπεις;
Ἄλκηστις
391b χαῖρʼ.
Ἄδμητος
391c ἀπωλόμην τάλας.
Χορός
392 βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.
Παῖς
393 ἰώ μοι τύχας. μαῖα δὴ κάτω
394 βέβακεν, οὐκέτ’ ἔστιν, ὦ
395 πάτερ, ὑφ’ ἁλίῳ.
396 προλιποῦσα δ’ ἀμὸν
397 βίον ὠρφάνισσε τλάμων.
398 ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας.
400 ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.
401 ἐγώ σ’ ἐγώ, μᾶτερ,
402 καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ-
403 στόμασιν νεοσσός.
Ἄδμητος
404 τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ
405 καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα.
Παῖς
406 νέος ἐγώ, πάτερ, λείπομαι φίλας
407 μονόστολός τε ματρός· ὦ
408 σχέτλια δὴ παθὼν
409 ἐγὼ ἐργὰ . .,
410 σύ τέ μοι σύγκασι κούρα
411 συνέτλας· […] ὦ πάτερ,
412 ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως
413 ἔβας τέλος σὺν τᾷδʼ·
414 ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,
415 μᾶτερ, ὄλωλεν οἶκος.
Χορός
416 Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν·
417 οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
418 γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ
419 ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
Ἄδμητος
420 ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδε
421 προσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι.
422 ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,
423 πάρεστε καὶ μένοντες ἀντηχήσατε
424 παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ.
425 πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
426 πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
427 κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ·
428 τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας
429 πώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην.
430 αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος
431 ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας·
432 οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν
433 τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοι
434 τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.
Χορός
435 ὦ Πελίου θύγατερ,
436 χαίρουσά μοι εἰν Ἀίδαο δόμοις
437 τὸν ἀνάλιον οἶκον οἰκετεύοις.
438 ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳ
440 πηδαλίῳ τε γέρων
441 νεκροπομπὸς ἵζει,
442 πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν
443 λίμναν Ἀχεροντίαν πορεύ-
444 σας ἐλάτᾳ δικώπῳ.
Χορός
445 πολλά σε μουσοπόλοι
446 μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν
447 χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις,
448 Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας
450 μηνός, ἀειρομένας
451 παννύχου σελάνας,
452 λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις.
453 τοίαν ἔλιπες θανοῦσα μολ-
454 πὰν μελέων ἀοιδοῖς.
Χορός
455 εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη,
456 δυναίμαν δέ σε πέμψαι
457 φάος ἐξ Ἀίδα τεράμνων
458 καὶ Κωκυτοῖο ῥεέθρων
459 ποταμίᾳ νερτέρᾳ τε κώπᾳ.
460 σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν,
461 σὺ τὸν αὑτᾶς
462 ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι
462a ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι
463 χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι
464 καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴη
465 στυγηθεὶς τέκνοις τε τοῖς σοῖς.
Χορός
466 ματέρος οὐ θελούσας
467 πρὸ παιδὸς χθονὶ κρύψαι
468 δέμας, οὐδὲ πατρὸς γεραιοῦ,
468a […]
469 ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι,
470 σχετλίω, πολιὰν ἔχοντε χαίταν.
470a σὺ δ’ ἐν ἥβᾳ
471 νέᾳ προθανοῦσα φωτὸς οἴχῃ.
472 τοιαύτας εἴη μοι κῦρσαι
473 συνδυάδος φιλίας [ἀλόχου]· τοῦτο γὰρ
474 ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυπος
475 δι’ αἰῶνος ἂν ξυνείη.
Ἡρακλῆς
476 ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,
477 Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
Χορός
478 ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.
479 ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
480 πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.
Ἡρακλῆς
481 Τιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον.
Χορός
482 καὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ;
Ἡρακλῆς
483 Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
Χορός
484 πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου;
Ἡρακλῆς
485 ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.
Χορός
486 οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης.
Ἡρακλῆς
487 ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί.
Χορός
488 κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.
Ἡρακλῆς
489 οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ.
Χορός
490 τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις;
Ἡρακλῆς
491 πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ.
Χορός
492 οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
Ἡρακλῆς
493 εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
Χορός
494 ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
Ἡρακλῆς
495 θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.
Χορός
496 φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.
Ἡρακλῆς
497 τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται;
Χορός
498 Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ.
Ἡρακλῆς
499 καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις·
500 σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται·
501 εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο
502 μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι,
503 αὖθις δὲ Κύκνῳ, τόνδε δ’ ἔρχομαι τρίτον
504 ἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν.
505 ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον
506 τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται.
Χορός
507 καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς
508 Ἄδμητος ἔξω δωμάτων πορεύεται.
Ἄδμητος
509 χαῖρʼ, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος.
Ἡρακλῆς
510 Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.
Ἄδμητος
511 θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι.
Ἡρακλῆς
512 τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις;
Ἄδμητος
513 θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν.
Ἡρακλῆς
514 ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
Ἄδμητος
515 ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ.
Ἡρακλῆς
516 πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
Ἄδμητος
517 κἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις.
Ἡρακλῆς
518 οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν;
Ἄδμητος
519 διπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν.
Ἡρακλῆς
520 πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;
Ἄδμητος
521 ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ.
Ἡρακλῆς
522 οὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις.
Ἄδμητος
523 οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
Ἡρακλῆς
524 οἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
Ἄδμητος
525 πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε;
Ἡρακλῆς
526 ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ.
Ἄδμητος
527 τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών.
Ἡρακλῆς
528 χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται.
Ἄδμητος
529 σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ.
Ἡρακλῆς
530 τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;
Ἄδμητος
531 γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
Ἡρακλῆς
532 ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
Ἄδμητος
533 ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις.
Ἡρακλῆς
534 πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
Ἄδμητος
535 πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο.
Ἡρακλῆς
536 φεῦ.
536a εἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον.
Ἄδμητος
537 ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον;
Ἡρακλῆς
538 ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
Ἄδμητος
539 οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν.
Ἡρακλῆς
540 λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
Ἄδμητος
541 τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους.
Ἡρακλῆς
542 αἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
Ἄδμητος
543 χωρὶς ξενῶνές εἰσιν οἷ σ’ ἐσάξομεν.
Ἡρακλῆς
544 μέθες με, καί σοι μυρίαν ἕξω χάριν.
Ἄδμητος
545 οὐκ ἔστιν ἄλλου σ’ ἀνδρὸς ἑστίαν μολεῖν.
546 ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους
547 ξενῶνας οἴξας, τοῖς τ’ ἐφεστῶσιν φράσον
548 σίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατε
549 θύρας μεσαύλους· οὐ πρέπει θοινωμένους
550 κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.
Χορός
551 τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης,
552 Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ;
Ἄδμητος
553 ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
554 ξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπῄνεσας;
555 οὐ δῆτʼ, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν
556 μείων ἐγίγνετʼ, ἀξενώτερος δ’ ἐγώ.
557 καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν,
558 δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
559 αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου,
560 ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα.
Χορός
561 πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
562 φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις;
Ἄδμητος
563 οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους,
564 εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε.
565 καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ,
566 οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται
567 μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους.
Χορός
568 ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος,
570 σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων
571 ἠξίωσε ναίειν,
572 ἔτλα δὲ σοῖσι μηλονόμας
573 ἐν δόμοις γενέσθαι,
575 δοχμιᾶν διὰ κλιτύων
576 βοσκήμασι σοῖσι συρίζων
577 ποιμνίτας ὑμεναίους.
Χορός
578 σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες,
580 ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντων
581 ἁ δαφοινὸς ἴλα·
582 χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν,
583 Φοῖβε, ποικιλόθριξ
585 νεβρὸς ὑψικόμων πέραν
586 βαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ,
587 χαίρουσ’ εὔφρονι μολπᾷ.
Χορός
588 τοιγὰρ πολυμηλοτάταν
589 ἑστίαν οἰκεῖς παρὰ καλλίναον
590 Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν
591 καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν
592 ἀελίου κνεφαίαν
593 ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν […] τίθεται,
595 πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰν
596 ἀλίμενον Πηλίου κρατύνει.
Χορός
597 καὶ νῦν δόμον ἀμπετάσας
598 δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,
599 τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
600 δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς
601 ἐκφέρεται πρὸς αἰδῶ.
602 ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι·
603 πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσται
605 θεοσεβῆ φῶτα κεδνὰ πράξειν.
Ἄδμητος
606 ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,
607 νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοι
608 φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·
609 ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
610 προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν.
Χορός
611 καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ
612 στείχοντʼ, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῇ
613 κόσμον φέροντας, νερτέρων ἀγάλματα.
Φέρης
614 ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·
615 ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος
616 γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν
617 φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
618 δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς
619 ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
620 ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,
621 καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦ
622 στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν,
623 πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίον
624 γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
625 ὦ τόνδε μὲν σώσασʼ, ἀναστήσασα δὲ
626 ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
627 εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους
628 λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.
Ἄδμητος
629 οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον,
630 οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω.
631 κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται.
632 οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
633 τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ.
634 σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
635 νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν;
636 οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ;
637 οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
638 μήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματος
639 μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ;
640 ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,
641 καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
642 ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,
643 ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου
644 οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν
645 τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε
646 γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
647 πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην.
648 καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω,
649 τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
650 πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.
651 [κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον,]
652 [κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.]
653 καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
654 πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,
655 παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,
656 ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
657 λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
658 οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν
659 γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
660 πρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν
661 τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην.
662 τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις,
663 οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
664 περιστελοῦσι καὶ προθήσονται νεκρόν.
665 οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί·
666 τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼν
667 σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
668 καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον.
669 μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν,
670 γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·
671 ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται
672 θνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ.
Χορός
673 παύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά·
674 ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.
Φέρης
675 ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα
676 κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;
677 οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
678 πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
679 ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγους
680 ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.
681 ἐγὼ δέ σ’ οἴκων δεσπότην ἐγεινάμην
682 κἄθρεψʼ, ὀφείλω δ’ οὐχ ὑπερθνῄσκειν σέθεν·
683 οὐ γὰρ πατρῷον τόνδ’ ἐδεξάμην νόμον,
684 παίδων προθνῄσκειν πατέρας, οὐδ’ Ἑλληνικόν.
685 σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴς
686 ἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις.
687 πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας
688 λείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα.
689 τί δῆτά σ’ ἠδίκηκα; τοῦ σ’ ἀποστερῶ;
690 μὴ θνῇσχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ.
691 χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς;
692 ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι
693 χρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ.
694 σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν,
695 καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην,
696 ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν
697 λέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος,
698 ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
699 σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
700 εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ
701 γυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοις
702 τοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός;
703 σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
704 ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς
705 ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά.
Χορός
706 πλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά·
707 παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
Ἄδμητος
708 λέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων
709 τἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν.
Φέρης
710 σοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον.
Ἄδμητος
711 ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν;
Φέρης
712 ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
Ἄδμητος
713 καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον.
Φέρης
714 ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών;
Ἄδμητος
715 μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε.
Φέρης
716 ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις;
Ἄδμητος
717 σημεῖα τῆς σῆς, ὦ κάκιστʼ, ἀψυχίας.
Φέρης
718 οὔτοι πρὸς ἡμῶν γ’ ὤλετʼ· οὐκ ἐρεῖς τόδε.
Ἄδμητος
719 φεῦ· εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ.
Φέρης
720 μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.
Ἄδμητος
721 σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.
Φέρης
722 φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.
Ἄδμητος
723 κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.
Φέρης
724 οὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν.
Ἄδμητος
725 θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς.
Φέρης
726 κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.
Ἄδμητος
727 φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.
Φέρης
728 ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα.
Ἄδμητος
729 ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν.
Φέρης
730 ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς,
731 δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι.
732 ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν,
733 εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται.
Ἄδμητος
734 ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι,
735 ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,
736 γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγος
737 νεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
738 τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν.
739 ἡμεῖς δέ—τοὐν ποσὶν γὰρ οἰστέον κακόν—
740 ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν.
Χορός
741 ἰὼ ἰώ. σχετλία τόλμης,
742 ὦ γενναία καὶ μέγ’ ἀρίστη,
743 χαῖρε· πρόφρων σὲ χθόνιός θ’ Ἑρμῆς
744 Ἅιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖ
745 πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’
746 Ἅιδου νύμφῃ παρεδρεύοις.
Θεράπων
747 πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
748 ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους,
749 οἷς δεῖπνα προύθηκʼ· ἀλλὰ τοῦδ’ οὔπω ξένου
750 κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην.
751 ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
752 ἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας.
753 ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο
754 τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
755 ἀλλʼ, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.
756 ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼν
757 πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,
758 ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ
759 οἴνου· στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις
760 ἄμουσ’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν·
761 ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν
762 οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν
763 δέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳ
764 τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο.
765 καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ
766 ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,
767 ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην
768 οὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴν
769 δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν
770 μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,
771 ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένον
772 στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
Ἡρακλῆς
773 οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
774 οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
775 εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί.
776 σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν,
777 στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ
778 δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.
779 δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ.
780 τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν;
781 οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου.
782 βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
783 κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
784 τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
785 τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,
786 κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ.
787 ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα,
788 εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν
789 βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.
790 τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν
791 Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
792 τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοις
793 ἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν;
794 οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
795 πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας,
796 στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκα
797 τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
798 μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
799 ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
800 ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις
801 ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ,
802 οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά.
Θεράπων
803 ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
804 οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
Ἡρακλῆς
805 γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν
806 πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
Θεράπων
807 τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
Ἡρακλῆς
808 εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
Θεράπων
809 ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.
Ἡρακλῆς
810 οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ;
Θεράπων
811 ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.
Ἡρακλῆς
812 μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;
Θεράπων
813 χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά.
Ἡρακλῆς
814 ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.
Θεράπων
815 οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν.
Ἡρακλῆς
816 ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;
Θεράπων
817 οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
818 πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις
819 μελαμπέπλους κουράν τε.
Ἡρακλῆς
819b τίς δ’ ὁ κατθανών;
820 μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;
Θεράπων
821 γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
Ἡρακλῆς
822 τί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε;
Θεράπων
823 ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων.
Ἡρακλῆς
824 ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου.
Θεράπων
825 ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.
Ἡρακλῆς
826 ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν
827 κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με
828 λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
829 βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας
830 ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,
831 πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάρα
832 στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,
833 κακοῦ τοσούτου δώμασιν προκειμένου.
834 ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών;
Θεράπων
835 ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει,
836 τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
Ἡρακλῆς
837 ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
838 νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία
839 Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί.
840 δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
841 γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον
842 Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν.
843 ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
844 Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
845 πίνοντα τύμβου πλησίον προσφαγμάτων.
846 κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
847 μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,
848 οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
849 μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ.
850 ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ
851 πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω
852 Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους
853 αἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνω
854 Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
855 ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε,
856 καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,
857 ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
858 τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
859 τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
860 εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
Ἄδμητος
861 ἰώ, στυγναὶ
861a πρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρων
862 μελάθρων. ἰώ μοί μοι. αἶ αἶ.
863 ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
864 πῶς ἂν ὀλοίμαν;
865 ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν.
866 ζηλῶ φθιμένους, κείνων ἔραμαι,
867 κεῖν’ ἐπιθυμῶ δώματα ναίειν.
868 οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
869 οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·
870 τοῖον ὅμηρόν μ’ ἀποσυλήσας
871 Ἅιδῃ Θάνατος παρέδωκεν.
Χορός
872 —πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων.
Ἄδμητος
872b αἰαῖ.
Χορός
873 —πέπονθας ἄξι’ αἰαγμάτων.
Ἄδμητος
873b ἒ ἔ.
Χορός
874 —δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα . . .
Ἄδμητος
874b φεῦ φεῦ.
Χορός
875 —τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς.
Ἄδμητος
875b ἰώ μοί μοι.
Χορός
876 —τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου
877 πρόσωπόν ἄντα λυπρόν.
Ἄδμητος
878 ἔμνησας ὅ μου φρένας ἥλκωσεν·
879 τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
880 πιστῆς ἀλόχου; μή ποτε γήμας
881 ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
882 ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν·
883 μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
884 μέτριον ἄχθος·
885 παίδων δὲ νόσους καὶ νυμφιδίους
886 εὐνὰς θανάτοις κεραϊζομένας
887 οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
888 ἀγάμους τ’ εἶναι διὰ παντός.
Χορός
889 —τύχα τύχα δυσπάλαιστος ἥκει·
Ἄδμητος
889b αἰαῖ.
Χορός
890 —πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης.
Ἄδμητος
890b ἒ ἔ.
Χορός
891 —βαρέα μὲν φέρειν, ὅμως δὲ . . .
Ἄδμητος
891b φεῦ φεῦ.
Χορός
892 —τλᾶθʼ· οὐ σὺ πρῶτος ὤλεσας . . .
Ἄδμητος
892b ἰώ μοί μοι.
Χορός
893 —γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέρα
894 πιέζει φανεῖσα θνατῶν.
Ἄδμητος
895 ὦ μακρὰ πένθη λῦπαί τε φίλων
896 τῶν ὑπὸ γαῖαν.
897 τί μ’ ἐκώλυσας ῥῖψαι τύμβου
898 τάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνης
899 τῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον;
900 δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς
901 τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
902 χθονίαν λίμνην διαβάντε.
Χορός
903 ἐμοί τις ἦν
904 ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος
905 ὤλετ’ ἐν δόμοισιν
906 μονόπαις· ἀλλ’ ἔμπας
907 ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
908 πολιὰς ἐπὶ χαίτας
909 ἤδη προπετὴς ὢν
910 βιότου τε πόρσω.
Ἄδμητος
912 ὦ σχῆμα δόμων, πῶς εἰσέλθω;
913 πῶς δ’ οἰκήσω μεταπίπτοντος
914 δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·
915 τότε μὲν πεύκαις σὺν Πηλιάσιν
916 σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω,
917 φιλίας ἀλόχου χέρα βαστάζων,
918 πολυάχητος δ’ εἵπετο κῶμος,
919 τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων,
920 ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρων
921 ὄντες ἀρίστων σύζυγες εἶμεν·
922 νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος
923 λευκῶν τε πέπλων μέλανες στολμοὶ
924 πέμπουσί μ’ ἔσω
925 λέκτρων κοίτας ἐς ἐρήμους.
Χορός
926 παρ’ εὐτυχῆ
927 σοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’
928 ἄλγος· ἀλλ’ ἔσωσας
929 βίοτον καὶ ψυχάν.
930 ἔθανε δάμαρ, ἔλιπε φιλίαν·
931 τί νέον τόδε; πολλοῖς
932 ἤδη παρέλυσεν
933 θάνατος δάμαρτας.
Ἄδμητος
935 φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον
936 τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως·
937 τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
938 πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
939 ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
940 λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.
941 πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι;
942 τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο,
943 τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι;
944 ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία,
945 γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς
946 θρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας
947 αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασι
948 πίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότιν
949 στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
950 τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ με
951 γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
952 γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι
953 λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
954 ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
955 Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν,
956 ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ
957 πέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ;
958 στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
959 θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
960 ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι,
961 κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;
Χορός
962 ἐγὼ καὶ διὰ μούσας
963 καὶ μετάρσιος ᾖξα, καὶ
964 πλείστων ἁψάμενος λόγων
965 κρεῖσσον οὐδὲν Ἀνάγκας
966 ηὗρον, οὐδέ τι φάρμακον
967 Θρῄσσαις ἐν σανίσιν, τὰς
968 Ὀρφεία κατέγραψεν
970 γῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε
971 φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.
Χορός
973 μόνας δ’ οὔτ’ ἐπὶ βωμοὺς
974 ἔστιν οὔτε βρέτας θεᾶς
975 ἐλθεῖν, οὐ σφαγίων κλύει.
976 μή μοι, πότνια, μείζων
977 ἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ.
978 καὶ γὰρ Ζεὺς ὅ τι νεύσῃ,
979 σὺν σοὶ τοῦτο τελευτᾷ.
980 καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον,
981 οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς.
Χορός
984 καὶ σ’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
985 τόλμα δʼ· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθεν
986 κλαίων τοὺς φθιμένους ἄνω.
987 καὶ θεῶν σκότιοι φθίνουσι
990 παῖδες ἐν θανάτῳ.
991 φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν,
992 φίλα δὲ καὶ θανοῦσ’ ἔσται,
994 γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν.
Χορός
995 μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω
996 τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίως
997 τιμάσθω, σέβας ἐμπόρων.
1000 καί τις δοχμίαν κέλευθον
1001 ἐκβαίνων τόδ’ ἐρεῖ·
1002 Αὕτα ποτὲ προύθαν’ ἀνδρός,
1003 νῦν δ’ ἐστὶ μάκαιρα δαίμων·
1004 χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσι
1005 φῆμαι.
Χορός
1006 —καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
1007 Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
Ἡρακλῆς
1008 φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
1009 Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
1010 σιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν
1011 ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·
1012 σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
1013 γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις.
1014 ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
1015 κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην
1016 σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
1017 καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε,
1018 οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.
1019 ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν
1020 λέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών,
1021 ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων
1022 ἔλθω, τύραννον Βιστόνων κατακτανών.
1023 πράξας δ’ ὃ μὴ τύχοιμι—νοστήσαιμι γάρ—
1024 τήνδε σοῖσι προσπολεῖν δόμοις.
1025 πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς·
1026 ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
1027 τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,
1028 ὅθεν κομίζω τήνδε νικητήρια
1029 λαβών· τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
1030 ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα
1031 νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια·
1032 γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ· ἐντυχόντι δὲ
1033 αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές.
1034 ἀλλʼ, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·
1035 οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼν
1036 ἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.
Ἄδμητος
1037 οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς
1038 ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας·
1039 ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον,
1040 εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου·
1041 ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.
1042 γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ,
1043 ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ
1044 σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι
1045 ξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν.
1046 οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν
1047 ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον
1048 προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι.
1049 ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή;
1050 νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.
1051 πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην;
1052 καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
1053 ἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον
1054 εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
1055 ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;
1056 καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
1057 διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,
1058 μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν
1059 προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
1060 καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν·
1061 πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι,
1062 ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι
1063 μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας.
1064 οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
1065 γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον.
1066 δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν
1067 ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων
1068 πηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ,
1069 ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
Χορός
1070 ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην·
1071 χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν.
Ἡρακλῆς
1072 εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
1073 ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
1074 γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
Ἄδμητος
1075 σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε;
1076 οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
Ἡρακλῆς
1077 μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε.
Ἄδμητος
1078 ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
Ἡρακλῆς
1079 τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν;
Ἄδμητος
1080 ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.
Ἡρακλῆς
1081 τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.
Ἄδμητος
1082 ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω.
Ἡρακλῆς
1083 γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
Ἄδμητος
1084 ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ.
Ἡρακλῆς
1085 χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν.
Ἄδμητος
1086 χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
Ἡρακλῆς
1087 γυνή σε παύσει καὶ νέου γάμου πόθοι.
Ἄδμητος
1088 σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην.
Ἡρακλῆς
1089 τί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος;
Ἄδμητος
1090 οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.
Ἡρακλῆς
1091 μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;
Ἄδμητος
1092 κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
Ἡρακλῆς
1093 αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.
Ἄδμητος
1094 ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.
Ἡρακλῆς
1095 ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος.
Ἄδμητος
1096 θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
Ἡρακλῆς
1097 δέχου νυν εἴσω τήνδε γενναίων δόμων.
Ἄδμητος
1098 μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
Ἡρακλῆς
1099 καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
Ἄδμητος
1100 καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.
Ἡρακλῆς
1101 πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.
Ἄδμητος
1102 φεῦ.
1102a εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε.
Ἡρακλῆς
1103 νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.
Ἄδμητος
1104 καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.
Ἡρακλῆς
1105 ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει.
Ἄδμητος
1106 χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
Ἡρακλῆς
1107 εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.
Ἄδμητος
1108 νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
Ἡρακλῆς
1109 ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
Ἄδμητος
1110 κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.
Ἡρακλῆς
1111 οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.
Ἄδμητος
1112 σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους.
Ἡρακλῆς
1113 ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
Ἄδμητος
1114 οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.
Ἡρακλῆς
1115 τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ.
Ἄδμητος
1116 ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε.
Ἡρακλῆς
1117 τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Ἄδμητος
1118 καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν.
Ἡρακλῆς
1119 ἔχεις;
Ἄδμητος
1119b ἔχω; ναί.
Ἡρακλῆς
1119c σῷζέ νυν, καὶ τὸν Διὸς
1120 φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον.
1121 βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν
1122 γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο.
Ἄδμητος
1123 ὦ θεοί, τί λέξω—θαῦμ’ ἀνέλπιστον τόδε—
1124 γυναῖκα λεύσσων τήνδʼ; —ἐμὴν ἐτητύμως;
1125 ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά;
Ἡρακλῆς
1126 οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν.
Ἄδμητος
1127 ὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ.
Ἡρακλῆς
1128 οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον.
Ἄδμητος
1129 ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;
Ἡρακλῆς
1130 σάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην.
Ἄδμητος
1131 θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν;
Ἡρακλῆς
1132 πρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
Ἄδμητος
1133 ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
1134 ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.
Ἡρακλῆς
1135 ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.
Ἄδμητος
1136 ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
1137 εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρ
1138 σῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος.
1139 πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;
Ἡρακλῆς
1140 μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.
Ἄδμητος
1141 ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;
Ἡρακλῆς
1142 τύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν.
Ἄδμητος
1143 τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή;
Ἡρακλῆς
1144 οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
1145 κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις
1146 ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
1147 ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν
1148 τὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους.
1149 καὶ χαῖρʼ· ἐγὼ δὲ τὸν προκείμενον πόνον
1150 Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών.
Ἄδμητος
1151 μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ.
Ἡρακλῆς
1152 αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ.
Ἄδμητος
1153 ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δόμον.
1154 ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ,
1155 χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι
1156 βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
1157 νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον
1158 τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
Χορός
1159 πολλαὶ μορφαὶ τῶν δαιμονίων,
1160 πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
1161 καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
1162 τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
1163 τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.