Capítulo 8
[3.8.1] ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθʼ ἡμέραν ἔδει γυμνάζεσθαι· προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα.
[3.8.2] ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι “ἀπροαίρετον, οὐ κακόν.” ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλ[ε]ιπεν. τί σοι δοκεῖ; “ἀπροαίρετον, οὐ κακόν.” Καῖσαρ αὐτὸν κατέκρινεν.
[3.8.3] “ἀπροαίρετον, οὐ κακόν.” ἐλυπήθη ἐπὶ τούτοις. “προαιρετικόν, κακόν.” γενναίως ὑπέμεινεν. “προαιρετικόν, ἀγαθόν.”
[3.8.4] κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν· οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία καταληπτικὴ γίνεται.
[3.8.5] ὁ υἱὸς ἀπέθανε. τί ἐγένετο; ὁ υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδ[ε]έν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δʼ ὅτι “κακῶς πέπραχεν”
[3.8.6] ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. “ἀλλʼ οὐκ ὀρθῶς ταῦτα ὁ Ζεὺς ποιεῖ.” διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει.
[3.8.7] πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, “οὐ δύναμαι,” ἔφη, “φέρειν· ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι,” δείξας ἐμέ.