Capítulo 20
[3.20.1] ἐπὶ τῶν θεωρητικῶν φαντασιῶν πάντες σχεδὸν τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐν ἡμῖν ἀπέλιπον, οὐχὶ δʼ ἐν τοῖς ἐκτός.
[3.20.2] οὐδεὶς λέγει ἀγαθὸν τὸ ἡμέραν εἶναι, κακὸν τὸ νύκτα εἶναι, μέγιστον δὲ κακῶν τὸ τρία τέσσαρα εἶναι. ἀλλὰ τί;
[3.20.3] τὴν μὲν ἐπιστήμην ἀγαθόν, τὴν δʼ ἀπάτην κακόν, ὥστε καὶ περὶ αὐτὸ τὸ ψεῦδος ἀγαθὸν συνίστασθαι, τὴν ἐπιστήμην τοῦ ψεῦδος εἶναι αὐτό.
[3.20.4] ἔδει οὖν οὕτως καὶ ἐπὶ τοῦ βίου. ὑγεία ἀγαθόν, νόσος δὲ κακόν; οὔ, ἄνθρωπε. ἀλλὰ τί; τὸ καλῶς ὑγιαίνειν ἀγαθόν, τὸ κακῶς κακόν. — ὥστε καὶ ἀπὸ νόσου ἔστιν ὠφεληθῆναι; — τὸν θεόν σοι, ἀπὸ θανάτου γὰρ οὐκ ἔστιν; ἀπὸ π[λ]ηρώσεως γὰρ οὐκ ἔστιν,
[3.20.5] μικρά σοι δοκεῖ ὁ Μενοικεὺς ὠφεληθῆναι, ὅτʼ ἀπέθνῃσκεν; — τοιαῦτά τις εἰπὼν ὠφεληθείη [ἢ] οἷα ἐκεῖνος ὠφελήθη. — ἔα, ἄνθρωπε, οὐκ ἐτήρησεν τὸν φιλόπατριν, τὸν μεγαλόφρονα, τὸν πιστόν, τὸν γενναῖον; ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα πάντα;
[3.20.6] οὐ περιεποιεῖτο τὰ ἐναντία; τὸν δειλὸν οὐκ ἀνελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον; ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών;
[3.20.7] οὔ· ἀλλʼ ὁ τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεννῶς καὶ ἀθλίως;
[3.20.8] ὕστερον γὰρ οὐκ ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθʼ ἑαυτοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα διʼ αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἢ ἀφαιρεῖσθαι δυναμένων.
[3.20.9] ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι;— ἀπὸ πάντων. — καὶ ἀπὸ τοῦ λοιδοροῦντος; — τί δʼ ὠφελεῖ τὸν ἀθλητὴν ὁ προσγυμναζόμενος; τὰ μέγιστα. καὶ οὗτος ἐμοῦ προγυμναστὴς γίνεται· τὸ ἀνεκτικόν μου γυμνάζει, τὸ ἀόργητον, τὸ πρᾷον.
[3.20.10] οὔ· ἀλλʼ ὁ μὲν τοῦ τραχήλου καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτίζων ὠφελεῖ με καὶ ὁ ἀλείπτης καλῶς ποιῶν λέγει “ἆρον ὕπερον ἀμφοτέραις” καὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖνος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ· εἰ δέ τις πρὸς ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με;
[3.20.11] τοῦτʼ ἔστι τὸ μὴ εἰδέναι ἀπʼ ἀνθρώπων ὠφελεῖσθαι. κακὸς γείτων; αὑτῷ· ἀλλʼ ἐμοὶ ἀγαθός· γυμνάζει μου τὸ εὔγνωμον, τὸ ἐπιεικές.
[3.20.12] κακὸς πατήρ; αὑτῷ· ἀλλʼ ἐμοὶ ἀγαθός. τοῦτʼ ἔστι τὸ τοῦ Ἑρμοῦ ῥαβδίον· “οὗ θέλεις,” φησίν, “ἅψαι καὶ χρυσοῦν ἔσται.” οὔ· ἀλλʼ ὃ θέλεις φέρε κἀγὼ αὐτὸ ἀγαθὸν ποιήσω. φέρε νόσον, φέρε θάνατον, φέρε ἀπορίαν, φέρε λοιδορίαν, δίκην τὴν περὶ τῶν ἐσχάτων· πάντα ταῦτα τῷ ῥαβδίῳ τοῦ Ἑρμοῦ ὠφέλιμα ἔσται.
[3.20.13] “τὸν θάνατον τί ποιήσεις;” τί γὰρ ἄλλο ἢ ἵνα σε κοσμήσῃ ἢ ἵνα δείξῃς[ε] ἔργῳ διʼ αὐτοῦ, τί ἐστιν ἄνθρωπος τῷ βουλήματι τῆς φύσεως παρακολουθῶν;
[3.20.14] “τὴν νόσον τί ποιήσεις;” δείξω αὐτῆς τὴν φύσιν, διαπρέψω ἐν αὐτῇ, εὐσταθήσω, εὐροήσω, τὸν ἰατρὸν οὐ κολακεύσω, οὐκ εὔξομαι ἀποθανεῖν.
[3.20.15] τί ἔτι ἄλλο ζητεῖς; πᾶν ὃ ἂν δῷς, ἐγὼ αὐτὸ ποιήσω μακάριον, εὐδαιμονικόν, σεμνόν, ζηλωτόν.
[3.20.16] οὔ· ἀλλὰ “βλέπε μὴ νοσήσῃς· κακόν ἐστιν.” οἷον εἴ τις ἔλεγεν “βλέπε μὴ λάβῃς ποτὲ φαντασίαν τοῦ τὰ τρία τέσσαρα εἶναι· κακόν ἐστιν.” ἄνθρωπε, πῶς κακόν; ἂν ὃ δεῖ περὶ αὐτοῦ ὑπολάβω, πῶς ἔτι με βλάψει; οὐχὶ δὲ μᾶλλον καὶ ὠφελήσει;
[3.20.17] ἂν οὖν περὶ πενίας ὃ δεῖ ὑπολάβω, ἂν περὶ νόσου, ἂν περὶ ἀναρχίας, οὐκ ἀρκεῖ μοι; οὐκ ὠφέλιμα ἔσται; πῶς οὖν ἔτι ἐν τοῖς ἐκτὸς τὰ κακὰ καὶ τἀγαθὰ δεῖ με ζητεῖν;
[3.20.18] ἀλλὰ τί; ταῦτα μέχρι ὧδε, εἰς οἶκον δʼ οὐδεὶς ἀποφέρει· ἀλλʼ εὐθὺς πρὸς τὸ παιδάριον πόλεμος, πρὸς τοὺς γείτονας, πρὸς τοὺς σκώψαντας, πρὸς τοὺς καταγελάσαντας.
[3.20.19] καλῶς γένοιτο Λεσβίῳ, ὅτι με καθʼ ἡμέραν ἐξελέγχει μηδὲν εἰδότα.