Pular para o conteúdo

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Epictetus · Capítulo 2

Capítulo 2

[3.2.1] τρεῖς εἰσι τόποι, περὶ οὓς ἀσκηθῆναι δεῖ τὸν ἐσόμενον καλὸν καὶ ἀγαθόν· ὁ περὶ τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις, ἵνα μήτʼ ὀρεγόμενος ἀποτυγχάνῃ μήτʼ ἐκκλίνων περιπίπτῃ·

[3.2.2] ὁ περὶ τὰς ὁρμὰς καὶ ἀφορμὰς καὶ ἁπλῶς ὁ περὶ τὸ καθῆκον, ἵνα τάξει, ἵνα εὐλογίστως, ἵνα μὴ ἀμελῶς· τρίτος ἐστὶν ὁ περὶ τὴν ἀνεξαπατησίαν καὶ ἀνεικαιότητα καὶ ὅλως ὁ περὶ τὰς συγκαταθέσεις.

[3.2.3] τούτων κυριώτατος καὶ μάλιστα ἐπείγων ἐστὶν ὁ περὶ τὰ πάθη· πάθος γὰρ ἄλλως οὐ γίνεται εἰ μὴ ὀρέξεως ἀποτυγχανούσης ἢ ἐκκλίσεως περιπιπτούσης. οὗτός ἐστιν ὁ ταραχάς, θορύβους, ἀτυχίας, ὁ δυστυχίας ἐπιφέρων, ὁ πένθη, οἰμωγάς, φθόνους, ὁ φθονερούς, ὁ ζηλοτύπους ποιῶν, διʼ ὧν οὐδʼ ἀκοῦσαι λόγου δυνάμεθα.

[3.2.4] δεύτερός ἐστιν ὁ περὶ τὸ καθῆκον· οὐ δεῖ γάρ με εἶναι ἀπαθῆ ὡς ἀνδριάντα, ἀλλὰ τὰς σχέσεις τηροῦντα τὰς φυσικὰς καὶ ἐπιθέτους ὡς εὐσεβῆ, ὡς υἱόν, ὡς ἀδελφόν, ὡς πατέρα, ὡς πολίτην.

[3.2.5] τρίτος ἐστὶν ὁ ἤδη τοῖς προκόπτουσιν ἐπιβάλλων, ὁ περὶ τὴν αὐτῶν τούτων ἀσφάλειαν, ἵνα μηδʼ ἐν ὕπνοις λάθῃ τις ἀνεξέταστος παρελθοῦσα φαντασία μηδʼ ἐν οἰνώσει μηδὲ μελαγχολῶντος. — τοῦτο ὑπὲρ ἡμᾶς, φησίν, ἐστίν.

[3.2.6] — οἱ δὲ νῦν φιλόσοφοι ἀφέντες τὸν πρῶτον τόπον καὶ τὸν δεύτερον καταγίνονται περὶ τὸν τρίτον· μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετικούς, ψευδομένους.

[3.2.7] — δεῖ γάρ, φησίν, καὶ ἐν ταῖς ὕλαις ταύταις γενόμενον διαφυλάξαι τὸ ἀνεξαπάτητον.

[3.2.8] — τίνα; τὸν καλὸν καὶ ἀγαθόν. σοὶ οὖν τοῦτο λείπει; τὰς ἄλλας ἐκπεπόνηκας; περὶ κερμάτιον ἀνεξαπάτητος εἶ; ἐὰν ἴδῃς κοράσιον καλόν, ἀντέχεις τῇ φαντασίᾳ; ἂν ὁ γείτων σου κληρονομήσῃ, οὐ δάκνῃ; νῦν οὐδὲν ἄλλο σοι λείπει ἢ ἀμεταπτωσία;

[3.2.9] τάλας, αὐτὰ ταῦτα τρέμων μανθάνεις καὶ ἀγωνιῶν, μή τίς σου καταφρονήσῃ, καὶ πυνθανόμενος, μή τίς τι περὶ σοῦ λέγει.

[3.2.10] κἄν τις ἐλθὼν εἴπῃ σοι ὅτι “λόγου γινομένου, τίς ἄριστός ἐστι τῶν φιλοσόφων, παρών τις ἔλεγεν, ὅτι εἷς φιλόσοφος ὁ δεῖνα,” γέγονέ σου τὸ ψυχάριον ἀντὶ δακτυλιαίου δίπηχυ. ἂν δʼ ἄλλος παρὼν εἴπῃ “οὐδὲν εἴρηκας, οὐκ ἔστιν ἄξιον τοῦ δεῖνος ἀκροᾶσθαι· τί γὰρ οἶδεν; τὰς πρώτας ἀφορμὰς ἔχει, πλέον δʼ οὐδέν,” ἐξέστηκας, ὠχρίακας, εὐθὺς κέκραγας “ἐγὼ αὐτῷ δείξω, τίς εἰμι, ὅτι μέγας φιλόσοφος.”

[3.2.11] βλέπεται ἐξ αὐτῶν τούτων. τί θέλεις ἐξ ἄλλων δεῖξαι; οὐκ οἶδας, ὅτι Διογένης τῶν σοφιστῶν τινα οὕτως ἔδειξεν ἐκτείνας τὸν μέσον δάκτυλον, εἶτα ἐκμανέντος αὐτοῦ “οὗτός ἐστιν,” ἔφη, “ὁ δεῖνα· ἔδειξα ὑμῖν αὐτόν;”

[3.2.12] ἄνθρωπος γὰρ δακτύλῳ οὐ δείκνυται ὡς λίθος ἢ ὡς ξύλον, ἀλλʼ ὅταν τις τὰ δόγματα αὐτοῦ δείξῃ, τότε αὐτὸν ὡς ἄνθρωπον ἔδειξεν.

[3.2.13] βλέπωμεν καὶ σοῦ τὰ δόγματα. μὴ γὰρ οὐ δῆλόν ἐστιν, ὅτι σὺ τὴν προαίρεσιν τὴν σαυτοῦ ἐν οὐδενὶ τίθεσαι, ἔξω δὲ βλέπεις εἰς τὰ ἀπροαίρετα, τί ἐρεῖ ὁ δεῖνα καὶ τίς εἶναι δόξεις, εἰ φιλόλογος, εἰ Χρύσιππον ἀνεγνωκὼς ἢ Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον, ἀπέχεις ἅπαντα.

[3.2.14] τί ἔτι ἀγωνιᾷς, μὴ οὐ δείξῃς ἡμῖν, τίς εἶ; θέλεις σοι εἴπω, τίνα ἡμῖν ἔδειξας; ἄνθρωπον παριόντα ταπεινόν, μεμψίμοιρον, ὀξύθυμον, δειλόν, πάντα μεμφόμενον, πᾶσιν ἐγκαλοῦντα, μηδέποτε ἡσυχίαν ἄγοντα, πέρπερον· ταῦτα ἡμῖν ἔδειξας.

[3.2.15] ἄπελθε νῦν καὶ ἀναγίγνωσκε Ἀρχέδημον· εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες. τοιοῦτος γάρ σε μένει θάνατος, οἷον καὶ τὸν — τίνα ποτʼ ἐκεῖνον; — τὸν Κρῖνιν. καὶ ἐκεῖνος μέγα ἐφρόνει, ὅτι ἐνόει Ἀρχέδημον.

[3.2.16] τάλας, οὐ θέλεις ἀφεῖναι ταῦτα τὰ μηδὲν πρὸς σέ; πρέπει ταῦτα τοῖς δυναμένοις δίχα ταραχῆς αὐτὰ μανθάνειν, οἷς ἔξεστιν εἰπεῖν “οὐκ ὀργίζομαι, οὐ λυποῦμαι, οὐ φθονῶ, οὐ κωλύομαι, οὐκ ἀναγκάζομαι. τί μοι λοιπόν; εὐσχολῶ, ἡσυχίαν ἄγω. ”

[3.2.17] “ ἴδωμεν, πῶς περὶ τὰς μεταπτώσεις τῶν λόγων δεῖ ἀναστρέφεσθαι· ἴδωμεν, πῶς ὑπόθεσίν τις λαβὼν εἰς οὐδὲν ἄτοπον ἀπαχθήσεται.” ἐκείνων ἐστὶ ταῦτα.

[3.2.18] τοῖς εὖ παθοῦσι πρέπει πῦρ καίειν, ἀριστᾶν, ἂν οὕτως τύχῃ, καὶ ᾁδειν καὶ ὀρχεῖσθαι· βυθιζομένου δὲ τοῦ πλοίου σύ μοι παρελθὼν ἐπαίρεις τοὺς σιφάρους.