Pular para o conteúdo

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Epictetus · Capítulo 14

Capítulo 14

[3.14.1] ὡς οἱ κακοὶ τραγῳδοὶ μόνοι ᾆσαι οὐ δύνανται, ἀλλὰ μετὰ πολλῶν, οὕτως ἔνιοι μόνοι περιπατῆσαι οὐ δύνανται.

[3.14.2] ἄνθρωπε, εἴ τις εἶ, καὶ μόνος περιπάτησον καὶ σαυτῷ λάλησον καὶ μὴ ἐν τῷ χορῷ κρύπτου.

[3.14.3] σκώφθητί ποτε, περίβλεψαι, ἐνσείσθητι, ἵνα γνῷς, τίς εἶ.

[3.14.4] ὅταν τις ὕδωρ πίνῃ ἢ ποιῇ τι ἀσκητικόν, ἐκ πάσης ἀφορμῆς λέγει αὐτὸ πρὸς πάντας.

[3.14.5] “ἐγὼ ὕδωρ πίνω.” διὰ γὰρ τοῦτο ὕδωρ πίνεις, διὰ γὰρ τὸ ὕδωρ πίνειν; ἄνθρωπε, εἴ σοι λυσιτελεῖ[ν] πίνειν, πῖνε· εἰ δὲ μή, γελοίως ποιεῖς.

[3.14.6] εἰ δὲ συμφέρει σοι καὶ πίνεις, σιώπα πρὸς τοὺς δυσαρεστοῦντας τοῖς ἀνθρώποις. τί οὖν; αὐτοῖς τούτοις ἀρέσκειν θέλεις;

[3.14.7] τῶν πραττομένων τὰ μὲν προηγουμένως πράττεται, τὰ δὲ κατὰ περίστασιν, τὰ δὲ κατʼ οἰκονομίαν, τὰ δὲ κατὰ συμπεριφοράν, τὰ δὲ κατʼ ἔνστασιν.

[3.14.8] δύο ταῦτα ἐξελεῖν τῶν ἀνθρώπων, οἴησιν καὶ ἀπιστίαν. οἴησις μὲν οὖν ἐστι τὸ δοκεῖν μηδενὸς προσδεῖσθαι, ἀπιστία δὲ τὸ ὑπολαμβάνειν μὴ δυνατὸν εἶναι εὐροεῖν τοσούτων περιεστηκότων.

[3.14.9] τὴν μὲν οὖν οἴησιν ἔλεγχος ἐξαιρεῖ, καὶ τοῦτο πρῶτον ποιεῖ Σωκράτης. ὅτι δʼ οὐκ ἀδύνατόν ἐστι τὸ πρᾶγμα, σκέψαι καὶ ζήτησον. οὐδέν σε βλάψει ἡ ζήτησις αὕτη·

[3.14.10] καὶ σχεδὸν τὸ φιλοσοφεῖν τοῦτʼ ἔστι, ζητεῖν, πῶς ἐνδέχεται ἀπαραποδίστως ὀρέξει χρῆσθαι καὶ ἐκκλίσει.

[3.14.11] “κρείσσων εἰμὶ σοῦ· ὁ γὰρ πατήρ μου ὑπατικός ἐστιν.” ἄλλος λέγει “ἐγὼ δεδημάρχηκα, σὺ δʼ οὔ.”

[3.14.12] εἰ δʼ ἵπποι ἦμεν, ἔλεγες ἂν ὅτι “ὁ πατήρ μου ὠκύτερος ἦν” ἢ ὅτι “ἐγὼ ἔχω πολλὰς κριθὰς καὶ χόρτον” ἢ ὅτι “κομψὰ περιτραχήλια;” εἰ οὖν ταῦτά σου λέγοντος εἶπον ὅτι “ἔστω ταῦτα, τρέχωμεν οὖν;”

[3.14.13] ἄγε, ἐπʼ ἀνθρώπου οὖν οὐδέν ἐστι τοιοῦτον οἷον ἐφʼ ἵππου δρόμος, ἐξ οὗ γνωσθήσεται ὁ χείρων καὶ ὁ κρείττων; μήποτʼ ἐστὶν αἰδώς, πίστις, δικαιοσύνη;

[3.14.14] τούτοις δείκνυε κρείττονα σεαυτόν, ἵνʼ ὡς ἄνθρωπος ᾖ κρείττων. ἄν μοι λέγῃς ὅτι “μεγάλα λακτίζω,” ἐρῶ σοι κἀγὼ ὅτι “ἐπὶ ὄνου ἔργῳ μέγα φρονεῖς.”