Pular para o conteúdo

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Epictetus · Capítulo 5

Capítulo 5

[1.5.1] ἄν τις, φησίν, ἐνίστηται πρὸς τὰ ἄγαν ἐκφανῆ, πρὸς τοῦτον οὐ ῥᾴδιόν ἐστιν εὑ⟨ρεῖν λόγ⟩ον, διʼ οὗ μεταπείσει τις αὐτόν.

[1.5.2] τοῦτο δʼ οὔτε παρὰ ⟨τὴν ἐκεί⟩νου γίνεται δύναμιν οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθένειαν, ἀλλʼ ὅταν ἀπαχθεὶς ἀπολιθωθῇ, πῶς ἔτι χρήσηταί τις αὐτῷ διὰ λόγου;

[1.5.3] Ἀπολιθώσεις δʼ εἰσὶ διτταί· ἡ μὲν τοῦ νοητικοῦ ἀπολίθωσις, ἡ δὲ τοῦ ἐντρεπτικοῦ, ὅταν τις παρατεταγμένος ᾖ μὴ ἐπινεύειν τοῖς ἐναργέσι μηδʼ ἀπὸ τῶν μαχομένων ἀφίστασθαι.

[1.5.4] οἱ δὲ πολλοὶ τὴν μὲν σωματικὴν ἀπονέκρωσιν φοβούμεθα καὶ πάντʼ ἂν μηχανησαίμεθα ὑπὲρ τοῦ μὴ περιπεσεῖν τοιούτῳ τινί, τῆς ψυχῆς δʼ ἀπονεκρουμένης οὐδὲν ἡμῖν μέλει.

[1.5.5] καὶ νὴ Δία ἐπὶ αὐτῆς τῆς ψυχῆς ἂν μὲν ᾖ οὕτως διακείμενος, ὥστε μηδενὶ παρακολουθεῖν μηδὲ συνιέναι μηδέν, καὶ τοῦτον κακῶς ἔχειν οἰόμεθα· ἂν δέ τινος τὸ ἐντρεπτικὸν καὶ αἰδῆμον ἀπονεκρωθῇ, τοῦτο ἔτι καὶ δύναμιν καλοῦμεν.

Καταλαμβάνεις ὅτι ἐγρήγορας;

[1.5.6] “οὔ,” φησίν· “οὐδὲ γάρ, ὅταν ἐν τοῖς ὕπνοις φαντάζωμαι, ὅτι ἐγρήγορα.” οὐδὲν οὖν διαφέρει αὕτη ἡ φαντασία ἐκείνης; “οὐδέν.” ἔτι τούτῳ διαλέγομαι;

[1.5.7] καὶ ποῖον αὐτῷ πῦρ ἢ ποῖον σίδηρον προσαγάγω, ἵνʼ αἴσθηται ὅτι νενέκρωται; αἰσθανόμενος οὐ προσποιεῖται· ἔτι χείρων ἐστὶ τοῦ νεκροῦ. μάχην οὗτος οὐ συνορᾷ· κακῶς ἔχει.

[1.5.8] συνορῶν οὗτος οὐ κινεῖται οὐδὲ προκόπτει· ἔτι ἀθλιώτερον ἔχει.

[1.5.9] ἐκτέτμηται τὸ αἰδῆμον αὐτοῦ καὶ ἐντρεπτικὸν καὶ τὸ λογικὸν οὐκ ἀποτέτμηται, ἀλλʼ ἀποτεθηρίωται.

[1.5.10] ταύτην ἐγὼ δύναμιν εἴπω; μὴ γένοιτο, εἰ μὴ καὶ τὴν τῶν κιναίδων, καθʼ ἣν πᾶν τὸ ἐπελθὸν ἐν μέσῳ καὶ ποιοῦσι καὶ λέγουσι.