Capítulo 30
[1.30.1] ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν ἢ τούτῳ.
[1.30.2] ἐκεῖνος οὖν σου πυνθάνεται “φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ;” “ἐγὼ ἀδιάφορα.”
[1.30.3] “νῦν οὖν τίνα αὐτὰ λέγεις; μή τι ἐκεῖνα ἠλλάγη;” “οὔ.” “σὺ οὖν ἠλλάγης;” “οὔ.” “λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα.” “τὰ ἀπροαίρετα.” “λέγε καὶ τὰ ἑξῆς.”
[1.30.4] “ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ.” “λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει;” “προαίρεσις οἵα δεῖ καὶ χρῆσις φαντασιῶν.” “τέλος δὲ τί;” “τὸ σοὶ ἀκολουθεῖν.”
[1.30.5] “ταῦτα καὶ νῦν λέγεις;” “ταὐτὰ καὶ νῦν λέγω.” ἄπ[ε]ιθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς ἃ δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις.
[1.30.6] ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτον “τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν;”
[1.30.7] “ τοῦτο ἦν ἡ ἐξουσία; τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας; τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον; ταῦτα οὐδὲν ἦν, ἐγὼ δʼ ὡς μεγάλα παρεσκευαζόμην.”