Capítulo 15
[1.15.1] συμβουλευομένου τινός, πῶς τὸν ἀδελφὸν πείσῃ μηκέτι χαλεπῶς αὐτῷ ἔχειν,
[1.15.2] οὐκ ἐπαγγέλλεται, ἔφη, φιλοσοφία τῶν ἐκτός τι περιποιήσειν τῷ ἀνθρώπῳ· εἰ δὲ μή, ἔξω τι τῆς ἰδίας ὕλης ἀναδέξεται. ὡς γὰρ τέκτονος ὕλη τὰ ξύλα, ἀνδριαντοποιοῦ ὁ χαλκός, οὕτως τῆς περὶ βίον τέχνης ὕλη ὁ βίος αὐτοῦ ἑκάστου.
[1.15.3] — τί οὖν ὁ τοῦ ἀδελφοῦ; — πάλιν τῆς αὐτοῦ ἐκείνου τέχνης ἐστίν, πρὸς δὲ τὴν σὴν τῶν ἐκτός ἐστιν, ὅμοιον ἀγρῷ, ὅμοιον ὑγείᾳ, ὅμοιον εὐδοξίᾳ. τούτων δʼ οὐδὲν ἐπαγγέλλεται· φιλοσοφία.
[1.15.4] “ἐν πάσῃ περιστάσει τηρήσω τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον.” — τὸ τίνος; — “τὸ ἐκείνου, ἐν ᾧ εἰμί.”
[1.15.5] — πῶς οὖν ἐκεῖνός μοι μὴ ὀργίζηται; — “φέρε μοι ἐκεῖνον κἀκείνῳ ἐρῶ, σοὶ δὲ περὶ τῆς ἐκείνου ὀργῆς οὐδὲν ἔχω λέγειν.”
[1.15.6] εἰπόντος δὲ τοῦ συμβουλευομένου ὅτι Τοῦτο ζητῶ, πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν ἔχοιμι,
[1.15.7] οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐδʼ ὁ βότρυς οὐδὲ σῦκον. ἄν μοι νῦν λέγῃς ὅτι “θέλω σῦκον,” ἀποκρινοῦμαί σοι ὅτι “χρόνου δεῖ.” ἄφες ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ.
[1.15.8] εἶτα συκῆς μὲν καρπὸς ἄφνω καὶ μιᾷ ὥρᾳ οὐ τελειοῦται, γνώμης δʼ ἀνθρώπου καρπὸν θέλεις οὕτως διʼ ὀλίγου καὶ εὐκόλως κτήσασθαι; μηδʼ ἂν ἐγώ σοι λέγω, προσδόκα.