Capítulo 13
[1.13.1] πυθομένου δέ τινος, πῶς ἔστιν ἐσθίειν ἀρεστῶς θεοῖς, Εἰ δικαίως ἔστιν, ἔφη, καὶ εὐγνωμόνως καὶ ἴσως ἐγκρατῶς καὶ κοσμίως, οὐκ ἔστι καὶ ἀρεστῶς τοῖς θεοῖς;
[1.13.2] ὅταν δὲ θερμὸν αἰτήσαντός σου μὴ ὑπακούσῃ ὁ παῖς ἢ ὑπακούσας χλιαρώτερον ἐνέγκῃ ἢ μηδʼ εὑρεθῇ ἐν τῇ οἰκίᾳ, τὸ μὴ χαλεπαίνειν μηδὲ ῥήγνυσθαι οὐκ ἔστιν ἀρεστὸν τοῖς θεοῖς;
[1.13.3] — πῶς οὖν τις ἀνάσχηται τῶν τοιούτων; — ἀνδράποδον, οὐκ ἀνέξῃ τοῦ ἀδελφοῦ τοῦ σαυτοῦ, ὃς ἔχει τὸν Δία πρόγονον, ὥσπερ υἱὸς ἐκ τῶν αὐτῶν σπερμάτων γέγονεν καὶ τῆς αὐτῆς ἄνωθεν καταβολῆς,
[1.13.4] ἀλλʼ εἰ ἔν τινι τοιαύτῃ χώρᾳ κατετάγης ὑπερεχούσῃ, εὐθὺς τύραννον καταστήσεις σεαυτόν; οὐ μεμνήσῃ τί εἶ καὶ τίνων ἄρχεις; ὅτι συγγενῶν, ὅτι ἀδελφῶν φύσει, ὅτι τοῦ Διὸς ἀπογόνων;
[1.13.5] — ἀλλʼ ὠνὴν αὐτῶν ἔχω, ἐκεῖνοι δʼ ἐμοῦ οὐκ ἔχουσιν. — ὁρᾷς ποῦ βλέπεις; ὅτι εἰς τὴν γῆν, ὅτι εἰς τὸ βάραθρον, ὅτι εἰς τοὺς ταλαιπώρους τούτους νόμους τοὺς τῶν νεκρῶν, εἰς δὲ τοὺς τῶν θεῶν οὐ βλέπεις;