Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 6. De amore

§ 6. De amore

[716] [944] καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν τῶν νέων, τῶν ἐμφαινόντων διὰ τοῦ εἴδους τὴν πρὸς ἀρετὴν εὐφυΐαν, ὥς φησι Ζήνων ἐν τῇ πολιτείᾳ καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Βίων καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ. εἶναι δὲ τὸν ἔρωτα ἐπιβολὴν φιλοποιΐας, διὰ κάλλος ἐμφαινόμενον· καὶ μὴ εἶναι συνουσίας, ἀλλὰ φιλίας. τὸν γοῦν Θρασωνίδην καίπερ ἐν ἐξουσίᾳ ἔχοντα τὴν ἐρωμένην διὰ τὸ μισεῖσθαι ἀπέχεσθαι αὐτῆς ([945]).

[717] [946] δογματίζουσι καὶ ὅτι καὶ νουνεχόντως καὶ διαλεκτικῶς ποιεῖ (scil. ὁ σοφὸς) καὶ συμποτικῶς καὶ ἐρωτικῶς. τὸν δὲ ἐρωτικὸν καὶ διχῇ λέγεσθαι, τὸν μὲν κατὰ τὴν ἀρετὴν ποιὸν σπουδαῖον ὄντα, τὸν δὲ κατὰ τὴν κακίαν ἐν ψόγῳ, ὡς ἂν ἐρωτομανῆ τινα. εἶναι δ’ ἔρωτα ⟨τὸν σπουδαῖον φιλίας⟩. τόν τ’ ἀξιέραστον ὁμοίως λέγεσθαι τῷ ἀξιοφιλήτῳ, καὶ οὐ τῷ ἀξιαπολαύστῳ· τὸν γὰρ ἄξιον σπουδαίου ἔρωτος, τοῦτον εἶναι ἀξιέραστον. Ὁμοίως δὲ τῇ ἐρωτικῇ τὴν συμποτικὴν παραλαμβάνουσιν εἰς τὰς ἀρετάς, τὴν μὲν περὶ τὸ ἐν συμποσίῳ καθῆκον ἀναστρεφομένην ἐπιστήμην οὖσαν τοῦ πῶς δεῖ ἐξάγεσθαι τὰ συμπόσια καὶ τοῦ πῶς δεῖ συμπίνειν· τὴν δ’ ἐπιστήμην νέων θήρας εὐφυῶν, προτρεπτικὴν οὖσαν ἐπὶ τὴν κατ’ ἀρετήν, καὶ καθόλου ἐπιστήμην τοῦ καλῶς ἐρᾶν· διὸ καί φασιν ἐρασθήσεσθαι τὸν νοῦν ἔχοντα. Τὸ δὲ ἐρᾶν αὐτὸ μόνον ἀδιάφορον εἶναι, ἐπειδὴ γίνεταί ποτε καὶ περὶ φαύλους. Τὸν δὲ ἔρωτα οὔτε ἐπιθυμίαν εἶναι οὔτε τινὸς φαύλου πράγματος, ἀλλ’ ἐπιβολὴν φιλοποιίας διὰ κάλλους ἔμφασιν.

[718] [947] εἶναι οὖν τὸν ἔρωτα φιλίας, ὡς καὶ Χρύσιππος ἐν τῷ περὶ Ἔρωτος φησί, καὶ μὴ εἶναι ἐπίμεμπτον αὐτόν. εἶναι δὲ καὶ τὴν ὥραν ἄνθος ἀρετῆς.

[719] [948] Τῶν δὲ περὶ Ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας, τῆς ἀτοπίας πᾶσιν αὐτοῖς μέτεστιν. “Αἰσχροὺς μὲν γὰρ εἶναι τοὺς νέους, φαύλους γ’ ὄντας καὶ ἀνοήτους, καλοὺς δὲ τοὺς σοφούς· ἐκείνων δὲ τῶν καλῶν μηδένα μήτ’ ἐρᾶσθαι μήτ’ ἀξιέραστον εἶναι.” Καὶ οὐ τοῦτό πω δεινόν· ἀλλὰ καὶ “τοὺς ἐρασθέντας αἰσχρῶν παύεσθαι λέγουσι καλῶν γενομένων.” [949] Ἥν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι, πρῶτον μὲν οὐκ ἔχει τὸ πιθανόν· ἐν γὰρ αἰσχίστοις καὶ κακίστοις οὐκ ἂν ἔμφασις γένοιτο κάλλους· εἴπερ, ὡς λέγουσιν, ἡ μοχθηρία τοῦ ἤθους ἀναπίμπλησι τὸ εἶδος.

[950] θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως, ἀτελοῦς μέν, εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν.

[720] [951] Χρυσίππου· Εἰπόντος τινός, οὐκ ἐρασθήσεται ὁ σοφός· μαρτυρεῖ γοῦν Μενέδημος, Ἐπίκουρος, Ἀλεξῖνος· Ταύτῃ, ἔφη, χρήσομαι ἀποδείξει· εἰ γὰρ Ἀλεξῖνος ὁ ἀνάγωγος καὶ Ἐπίκουρος ὁ ἀναίσθητος καὶ Μενέδημος ὁ - - οὔ φησιν, ἐρασθήσεται ἄρα.

[721] [952] καὶ πάλιν τὸν ἔρωτα οἱ μὲν Ἐπικούρειοί φασιν εἶναι σύντονον ἀφροδισίων ὄρεξιν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἐπιβολὴν φιλοποιΐας νέων [κορῶν] διὰ κάλλος ἐμφαινόμενον· διπλοῦς δὲ ὁ ἔρως ἐστίν, ὁ μὲν ψυχῆς, ὁ δὲ σώματος.

[722] [953] ἀλλὰ καὶ τὸ ὅτι οὐδεὶς ἔρως ἀστεῖος πρόβλημα καθόλου ὄν ἀποφατικὸν ἀνασκευάσομεν ὅτι μὴ πᾶς ἔρως φαῦλος, διελόντες τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόν τε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς.

Cf. etiam p. 77 Ald. p. 144, 5 Wal.