Pular para o conteúdo

Fragmenta moralia

Crisipo · Parte 5.479

[479] [649] Cum de motu in affectibus verba facit, dicit: τῆς ἀμέτρου καί, ὡς αὐτὸς εἴωθεν ὀνομάζειν, ἐκφόρου κινήσεως. - - ἡ δ’ οὖν ῥῆσις ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ὧδ’ ἔχει·

“Οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφὴν καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ’ ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν.”