[464] [611] Περὶ δὲ τοῦ μὴ φροντίζειν τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας αὐτὸν ἔχων ἔτι μυρία λέγειν, ἃ τάχ’ ἂν καὶ ὕστερον, εἰ μακροτέρας ἐπιλαβοίμην σχολῆς, εἰς μίαν ἀθροίσαιμι πραγματείαν ἅπαντα, παραλιπὼν τἄλλα μόνων τῶν οἰκείων τοῖς νῦν προκειμένοις μνημονεύσω. τὴν τοίνυν ἐπιθυμίαν ἐν τῷ πρώτῳ περὶ παθῶν ὁρισάμενος ὄρεξιν ἄλογον, αὐτὴν πάλιν τὴν ὄρεξιν ἐν ἕκτῳ τῶν κατὰ γένος ὅρων ὁρμὴν λογικὴν εἶναί φησιν ἐπί τι, ὅσον χρή, ἧδον αὐτῷ. οὕτω δὲ αὐτὴν ὁρίζεται κἀν τοῖς περὶ τῆς ὁρμῆς.
Ad primam sententiam confer [612] τὸ δὲ μηδὲ ἅπερ ὑπέθεντο δύνασθαι διαφυλάττειν, ἀλλ’ ἐναντία γράφειν αὐτῶν, ἀγυμνάστων περὶ λόγον ἀνθρώπων, οἷός περ καὶ ὁ θαυμασιώτατος Χρύσιππος ἐν παμπόλλαις εὑρίσκεται πραγματείαις. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἑτέρωθι.