§ 4. Num virtus amitti possit
[237] [307] καὶ μὴν τὴν ἀρετὴν Χρύσιππος μὲν ἀποβλητήν, Κλεάνθης δὲ ἀναπόβλητον· ὁ μὲν ἀποβλητὴν διὰ μέθην καὶ μελαγχολίαν, ὁ δὲ ἀναπόβλητον διὰ βεβαίους καταλήψεις.
[238] [308] (ἐκ μὲν φαύλου σπουδαῖος γίνεται) τὸ δ’ ἀνάπαλιν οἱ Στωϊκοὶ οὐ διδόασιν. οὐκ εἶναι γάρ φασιν ἀποβλητὴν τὴν ἀρετήν.
[309] Πρὸς δὴ ταῦτα ῥᾴδιον λέγειν, ὡς πρόχειρον εἴληπται τὸ ἀναπόβλητον εἶναι τὴν ἀρετήν. καὶ γὰρ Θεόφραστος περὶ τῆς μεταβολῆς αὐτῆς ἱκανῶς ἀπέδειξε καὶ Ἀριστοτέλει δοκεῖ, οὐκ ἀνθρώπειον εἶναι τὸ ἀναπόβλητον· ἔτι δὲ καὶ οἱ Στωϊκοὶ ἐν μελαγχολίαις καὶ κάροις καὶ ληθάργοις καὶ ἐν φαρμάκων λήψεσι συγχωροῦσιν ἀποβολὴν γίνεσθαι μεθ’ ὅλης τῆς λογικῆς ἕξεως καὶ αὐτῆς τῆς ἀρετῆς, κακίας μὲν οὐκ ἀντεισαγομένης, τῆς δὲ βεβαιότητος χαλωμένης καὶ εἰς ἣν λέγουσιν ἕξιν μέσην οἱ παλαιοὶ μεταπιπτούσης.
[239] [310] ἔτι εἰ οἷόν τε τὴν ἀρετὴν ἔχοντα καὶ ἐν ληθάργῳ καὶ ἐν μελαγχολίᾳ καὶ ἐν σκοτώσει καὶ ἐν παρακοπῇ γενέσθαι, ἐν οἷς ὄντα ἀδύνατον κατ’ ἀρετὴν ἐνεργεῖν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας. πῶς γὰρ οἷόν τε λέγειν τὸν παρακόπτοντα καὶ δεσμῶν δεόμενον διὰ τοῦτο καὶ τῆς ἐκ τῶν φίλων βοηθείας φρονίμως ἐνεργεῖν τότε, μὴ βουλομένους θέσιν φυλάττειν; ἔτι εἰ ἡ ἀρετὴ τὰ μὲν διωθεῖ καὶ ἐκκλίνει τῶν ἀδιαφόρων κατὰ τούτους, τὰ δὲ αἱρεῖται καὶ ἐκλέγεται, οὐκ αὐτάρκης ἂν εἴη πρὸς εὐδαιμονίαν. πῶς γὰρ εὐδαίμων ὁ ὢν ἐν τούτοις, ἃ ἡ ἀρετὴ διωθεῖται;
[240] [311] οὐχ ἕξει τὴν ἀρετὴν ἀπόβλητον οὗτος οὐδαμῶς, οὔτε ὕπαρ οὔτε ὄναρ, οὐδὲ κατὰ φαντασίαν τινά. ἐπεὶ μηδ’ ἐξίσταταί ποθ’ ἑαυτῆς ἡ ἕξις, ἀποπεσοῦσα τοῦ ἕξις εἶναι, εἴτ’ οὖν ἕξις ἡ γνῶσις εἴτε διάθεσις εἶναι λέγοιτο. τῷ γὰρ μὴ παρεισιέναι ποτὲ ἐννοίας διαφόρους, ἀναλλοίωτον τὸ ἡγεμονικὸν μένον οὐ προσλαμβάνει τινὰ ἑτεροίωσιν φαντασιῶν, τὰς ἐκ τῶν μεθημερινῶν κινήσεων ἀνειδωλοποιΐς ὀνειρῶττον.
[241] [312] Ἄνθρωπ’, ἀπολεῖς με· τῶν γὰρ ἐκ τῆς ποικίλης | Στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· | “ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ” πάχνη· | “σοφία δ’ ἴδιον”, κρύσταλλος. “οὐδεὶς πώποτε | ταύτην λαβὼν ἀπώλεσ’.” ὦ τάλας ἐγώ, | οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν;
[242] [313] τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχειν οὐκ ἐπ’ αὐτῷ (scil. penes eum qui virtutem adeptus est) - - ἐπ’ αὐτῶν δὲ τῶν ἐνεργειῶν, ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ, ἐπ’ αὐτῷ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται etc.
[243] [314] Ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι τὸν ἀστεῖον, οὐδὲ δειλαίνειν τὸν φαῦλον, ὡς δὲ ἐν φαντασίαις ἐπιφερομένων τινῶν, τὸν μὲν ἐμμένειν τοῖς κρίμασι, τὸν δ’ ἀφίστασθαι. “Πιθανὸν δέ, φησί, μηδ’ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον.”
[244] [315] σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων· ἡ μὲν γάρ ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις· ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον. σχέσει μὲν οὖν ἀδελφὸν ἕξις, κινήσει δ’ ἐνέργεια. τὸ δὲ λεγόμενον παραδείγματι οἰκείῳ γνωριμώτερον γένοιτ’ ἄν· τέκτονα καὶ ζωγράφον καὶ γεωργὸν καὶ μουσικὸν καὶ τοὺς ἄλλους τεχνίτας, κἂν ἡσυχίαν ἄγωσι μηδὲν τῶν κατὰ τὰς τέχνας ἐνεργοῦντες, οὐδὲν ἧττον τοῖς εἰρημένοις ἔθος καλεῖν ὀνόμασιν, ἐπεὶ τὴν ἐν ἑκάστοις ἐμπειρίαν καὶ ἐπιστήμην ἀνειληφότες ἔχουσιν. ἐπειδὰν δὲ ὁ τεκτονικὸς ξύλον [ὕλην] ἐργάζηται λαβών - - καὶ τῶν ἄλλων ἕκαστος τεχνιτῶν εἴπερ ἐγχειρεῖ τοῖς κατὰ τὰς ἐπιστήμας, ἕτερα ἐξ ἀνάγκης οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν, τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν etc. τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν; ἆρ’ οὐχὶ τοῖς ἐνεργοῦσι καὶ δρῶσι; κατορθοῦντες μὲν γὰρ ἔπαινον, ψόγον δ’ ἔμπαλιν καρποῦνται διαμαρτάνοντες. - [316] ὁ αὐτὸς τοίνυν λόγος ἐφαρμόττει καὶ τοῖς κατ’ ἀφροσύνην καὶ συνόλως τοῖς κατ’ ἀρετήν τε καὶ κακίαν. οἱ φρόνιμοί τε καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι τὰς ψυχὰς μυρίοι γεγόνασι - - τὸ δὲ κάλλος τῶν ἐν ταῖς διανοίαις ἀγαλμάτων οὐκ ἴσχυσαν ἐπιδείξασθαι διὰ πενίαν ἢ ἀδοξίαν ἢ νόσον σώματος -. οὐκοῦν οὗτοι μὲν ὥσπερ δεδεμένα καὶ καθειργμένα ἐκτήσαντο ἀγαθά, ἕτεροι δ’ εἰσὶν οἳ λελυμένοις - ἐχρήσαντο πᾶσι, τὰς εἰς ἐπίδειξιν ὕλας ἀφθονωτάτας προσλαβόντες· ὁ μὲν φρόνιμος ἰδίων τε καὶ κοινῶν προστασίαν πραγμάτων, οἷς σύνεσιν καὶ εὐβουλίαν ἐνεπιδείξεται· ὁ δὲ σώφρων τὸν εἰς ἀσωτίαν δεινὸν ἐπᾶραι καὶ παρακαλέσαι τυφλὸν πλοῦτον ἵνα βλέποντα ἀποδείξῃ· ὁ δὲ δίκαιος ἀρχήν, δι’ ἧς τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ τῶν ὄντων ἀκωλύτως δυνατὸς ἔσται. - - ἄνευ δὲ τούτων ἀρεταὶ μέν εἰσιν, ἀκίνητοι δὲ ἀρεταὶ καὶ ἡσυχίαν ἄγουσαι. Idem ad vitia pertinere docet sequentibus.