Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 4. De naturalibus et naturae contrariis

§ 4. De naturalibus et naturae contrariis

[140] [178] καὶ τὰ μὲν εἶναι κατὰ φύσιν, τὰ δὲ παρὰ φύσιν, τὰ δὲ οὔτε παρὰ φύσιν οὔτε κατὰ φύσιν. κατὰ φύσιν μὲν οὖν τὰ τοιαῦτα· ὑγίειαν, ἰσχύν, αἰσθητηρίων ἀρτιότητα, καὶ τὰ παραπλήσια τούτοις· παρὰ φύσιν δὲ τὰ τοιαῦτα· νόσον, ἀσθένειαν, πήρωσιν καὶ τὰ τοιαῦτα· οὔτε δὲ παρὰ φύσιν οὔτε κατὰ φύσιν· ψυχῆς κατάστασιν καὶ σώματος, καθ’ ἣν ἡ μέν ἐστι φαντασιῶν ψευδῶν δεκτική, τὸ δὲ τραυμάτων καὶ πηρώσεων δεκτικόν, καὶ τὰ τούτοις ὅμοια. Ποιεῖσθαι δὲ λέγουσι τὸν περὶ τούτων λόγον ⟨ἀπὸ⟩ τῶν πρώτων κατὰ φύσιν καὶ παρὰ φύσιν. Τὸ γὰρ διαφέρον καὶ τὸ ἀδιάφορον τῶν πρός τι λεγομένων εἶναι. Διότι κἄν, φασί, λέγωμεν ἀδιάφορα τὰ σωματικὰ καὶ τὰ ἐκτός, πρὸς τὸ εὐσχημόνως ζῆν (ἐν ᾧπέρ ἐστι τὸ εὐδαιμόνως) ἀδιάφορά φαμεν αὐτὰ εἶναι, οὐ μὰ Δία πρὸς τὸ κατὰ φύσιν ἔχειν οὐδὲ πρὸς ὁρμὴν καὶ ἀφορμήν.

[141] [179] Τῶν δὲ κατὰ φύσιν ἀδιαφόρων ὄντων τὰ μέν ἐστι πρῶτα κατὰ φύσιν, τὰ δὲ κατὰ μετοχήν. Πρῶτα μέν ἐστι κατὰ φύσιν κίνησις ἢ σχέσις κατὰ τοὺς σπερματικοὺς λόγους γινομένη, οἷον ⟨ἀρτιότης καὶ⟩ ὑγίεια καὶ αἴσθησις (λέγω δὲ τὴν κατάληψιν) καὶ ἰσχύς. Κατὰ μετοχὴν δέ, ὅσα μετέχει κινήσεως καὶ σχέσεως κατὰ τοὺς σπερματικοὺς λόγους, οἷον χεὶρ ἀρτία καὶ σῶμα ὑγιεινὸν καὶ αἰσθήσεις μὴ πεπηρωμέναι. Ὁμοίως δὲ καὶ τῶν παρὰ φύσιν κατὰ τὸ ἀνάλογον.

[142] [180] πάντα δὲ ⟨τὰ⟩ κατὰ φύσιν ληπτὰ εἶναι καὶ πάντα τὰ παρὰ φύσιν ἄληπτα. τῶν δὲ κατὰ φύσιν τὰ μὲν καθ’ αὑτὰ ληπτὰ εἶναι, τὰ δὲ δι’ ἕτερα. καθ’ αὑτὰ μέν, ὅσα ἐστὶν ὁρμῆς κινητικὰ κατατρεπτικῶς ἐφ’ ἑαυτὰ ἢ ἐπὶ τὸ ἀντέχεσθαι αὐτῶν, οἷον ὑγίειαν, εὐαισθησίαν, ἀπονίαν καὶ κάλλος σώματος. ποιητικὰ ⟨δὲ⟩ ὅσα ἐστὶν ὁρμῆς κινητικὰ ἀν⟨εν⟩εκτικῶς ἐφ’ ἕτερα καὶ μὴ κατατρεπτικῶς, οἷον πλοῦτον, δόξαν καὶ τὰ τούτοις ὅμοια. παραπλησίως δὲ καὶ τῶν παρὰ φύσιν τὰ μὲν εἶναι καθ’ αὑτὰ ἄληπτα, τὰ δὲ τῷ ποιητικὰ εἶναι τῶν καθ’ αὑτὰ ἀλήπτων.

[143] [181] Aestimabile esse dicunt - id quod aut ipsum secundum naturam sit aut tale quid efficiat, ut selectione dignum propterea sit, quod aliquod pondus habeat dignum aestimatione, quam illi ἀξίαν vocant, contraque inaestimabile, quod sit superiori contrarium.

[144] [182] εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν, ὅτι τῶν ἐκτὸς ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι. - - τί οὖν ἡμῖν παρέχει Χρύσιππος; “ἵνα γνῷς, φησίν, ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν, ἐξ ὧν ἡ εὔροιά ἐστι καὶ ἀπάθεια, ἅπαντα λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς ⟨ἀληθῆ⟩ τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα.”

[145] [183] ἔτι τὰ οἰκεῖα ⟨καὶ⟩ προηγμένα καὶ εὔχρηστα καὶ ἀξίαν ἔχοντα πρὸς τί ποτε ταύτας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμονίαν; πᾶν γὰρ τὸ προηγμένον πρός τι προῆκται καὶ τῷ φορὸν εἶναι πρὸς τὸ προκείμενον μᾶλλον ἄλλου, διὰ τοῦτο λέγεται καὶ προῆχθαι πρὸς τὸ τέλος καὶ ἡ προαγωγὴ αὐτῶν δῆλον ὡς συνεργεῖ πρὸς εὐδαιμονίαν. εἰ δὲ μὴ πρὸς τοῦτο συνεργεῖ, πρὸς δὲ τὸν κατὰ φύσιν βίον, ἄξιον ἐρέσθαι περὶ τοῦ κατὰ φύσιν αὐτοὺς βίου, πότερον οὗτος ἀγαθόν ἐστιν, ἢ οὐκ ἀγαθὸν μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον, ἢ ἀῤῥεπὲς ὅλως. παρὰ γὰρ ταῦτα οὐδὲν οἷόν τε ἀποκρίνασθαι. οὐ γὰρ δὴ κακόν γε ἐροῦσιν αὐτόν. εἰ μὲν οὖν ἀγαθὸν - - οὐ μόνον ἔσται τὸ καλὸν ἀγαθόν· καὶ γὰρ ὁ κατὰ φύσιν βίος.

[146] [184] Stoicos dicit: τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας καὶ μήθ’ ὑγίειαν μήτ’ εὐεξίαν μήτε κάλλος μήτ’ ἰσχὺν ἡγουμένους αἱρετὰ μηδ’ ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δ’ οἰκειοῦν ἡμᾶς τὴν φύσιν - - καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.