§ 3. Recte facta et peccata esse paria nihilque medium inter virtutem et vitium
[524] [701] Et quemadmodum opportunitas (sic enim appellemus εὐκαιρίαν) non fit maior productione temporis (habent enim suum modum quae opportuna dicuntur) sic recta effectio (κατόρθωσιν enim ita appello, quoniam recte factum κατόρθωμα) recta igitur effectio, item convenientia, denique ipsum bonum, quod in eo positum est, ut naturae consentiat, crescendi accessionem nullam habet. [702] Ut enim opportunitas illa, sic haec de quibus dixi, non fiunt temporis productione maiora: ob eamque causam Stoicis non videtur optabilior nec magis expetenda beata vita, si sit longa, quam si brevis, utunturque simili: Ut si cothurni laus illa esset, ad pedem apte convenire, neque multi cothurni paucis anteponerentur nec maiores minoribus, sic quorum omne bonum convenientia atque opportunitate finitur, nec plura paucioribus nec longinquiora brevioribus anteponent.
[525] [703] οἱ δὲ τινὰς μὲν ἕξεις καὶ τοὺς κατὰ ταύτας ποιοὺς ὑπελάμβανον μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ὡς ⟨τὰς ἀρετὰς καὶ⟩ τοὺς κατὰ ταύτας ⟨ποιούς, τινὰς δὲ ἕξεις⟩ καὶ ποιοὺς ἐπιδέχεσθαι ἐπίτασιν καὶ ἄνεσιν, ὡς πάσας ⟨τὰς μέσας⟩ τέχνας καὶ τὰς μέσας ποιότητας καὶ τοὺς κατὰ ταύτας ποιούς. ἧς γεγόνασι δόξης οἱ ἀπὸ τῆς Στοᾶς.
[704] : τὰς μὲν ἕξεις ἐπιτείνεσθαί φασι δύνασθαι καὶ ἀνίεσθαι· τὰς δὲ διαθέσεις ἀνεπιτάτους εἶναι καὶ ἀνανέτους.
[526] [705] Χρύσιππος, εἰ καὶ πολλὰ πρὸς τοὐναντίον γέγραφε, δῆλός ἐστι προστιθέμενος τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι, μήτ’ ἀρετὴν ἀρετῆς ἢ κατόρθωσιν κατορθώσεως ὅς γε φησὶν ἐν τῷ τρίτῳ περὶ Φύσεως “Ὥσπερ τῷ Διὶ προσήκει σεμνύνεσθαι ἐπ’ αὐτῷ τε καὶ τῷ βίῳ καὶ μέγα φρονεῖν, καί, εἰ δεῖ οὕτως εἰπεῖν, ὑψαυχεῖν καὶ κομᾶν καὶ μεγαληγορεῖν ἀξίως βιοῦντι μεγαληγορίας· οὕτω τοῖς ἀγαθοῖς πᾶσι ταῦτα προσήκει, κατ’ οὐθὲν προεχομένοις ὑπὸ τοῦ Διός.”
[527] [706] ἀρέσκει τε αὐτοῖς ἴσα ἡγεῖσθαι τὰ ἁμαρτήματα, καθά φησι Χρύσιππος ἐν τῷ τετάρτῳ τῶν Ἠθικῶν Ζητημάτων καὶ Περσαῖος καὶ Ζήνων. εἰ γὰρ ἀληθὲς ἀληθοῦς μᾶλλον οὐκ ἔστιν οὐδὲ ψεῦδος ψεύδους· οὕτως οὐδὲ ἀπάτη ἀπάτης οὐδὲ ἁμάρτημα ἁμαρτήματος. Καὶ γὰρ ὁ ἑκατὸν σταδίους ἀπέχων Κανώβου καὶ ὁ ἕνα ἐπίσης οὐκ εἰσὶν ἐν Κανώβῳ· οὕτω καὶ ὁ πλεῖον καὶ ὁ ἔλαττον ἁμαρτάνων ἐπίσης οὐκ εἰσὶν ἐν τῷ κατορθοῦν.
[528] [707] Ἶσά τε πάντα λέγουσιν εἶναι τὰ ἁμαρτήματα, οὐκέτι δ’ ὅμοια. Καθάπερ γὰρ ἀπὸ μιᾶς τινος πηγῆς τῆς κακίας φέρεσθαι πέφυκε, τῆς κρίσεως οὔσης ἐν πᾶσι τοῖς ἁμαρτήμασι τῆς αὐτῆς· παρὰ δὲ τὴν ἔξωθεν αἰτίαν τῶν ἐφ’ οἷς αἱ κρίσεις ἀποτελοῦνται μέσων διαλλαττόντων, διάφορα κατὰ ποιότητα γίνεσθαι τὰ ἁμαρτήματα. Λάβοις δ’ ἂν εἰκόνα σαφῆ τοῦ δηλουμένου τῷδ’ ἐπιστήσας· πᾶν γὰρ τὸ ψεῦδος ἐπ’ ἴσης ψεῦδος συμβέβηκεν, οὐ γὰρ εἶναι ἕτερον ἑτέρου μᾶλλον διεψευσμένον· τό [τε] γὰρ νύκτ’ ⟨ἀεὶ⟩ εἶναι ψεῦδός ἐστι, καθάπερ τὸ ἱπποκένταυρον ζῆν· καὶ οὐ μᾶλλον εἰπεῖν ἔστι ψεῦδος εἶναι θάτερον θατέρου· ἀλλ’ οὐχὶ τὸ ψεῦδος ἐπίσης ψεῦδός ἐστιν, οὐχὶ δὲ καὶ οἱ διεψευσμένοι ἐπίσης εἰσὶ διεψευσμένοι. Καὶ ἁμαρτάνειν δὲ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν, πᾶσαν γὰρ ἁμαρτίαν κατὰ διάψευσιν πράττεσθαι. Ἔτι οὐχὶ κατόρθωμα μὲν μεῖζον καὶ ἔλαττον οὐ γίγνεσθαι, ἁμάρτημα δὲ μεῖζον καὶ ἔλαττον γίγνεσθαι· πάντα γάρ ἐστι τέλεια, διόπερ οὔτ’ ἐλλείπειν οὔτ’ ὑπερέχειν δύναιτ’ ἂν ἀλλήλων.
[529] [708] πάντων τε τῶν ἁμαρτημάτων ἴσων ὄντων καὶ τῶν κατορθωμάτων, καὶ τοὺς ἄφρονας ἐπίσης πάντας ἄφρονας εἶναι, τὴν αὐτὴν καὶ ἴσην ἔχοντας διάθεσιν. ἴσων δὲ ὄντων τῶν ἁμαρτημάτων εἶναί τινας ἐν αὐτοῖς διαφοράς, καθ’ ὅσον τὰ μὲν αὐτῶν ἀπὸ σκληρᾶς καὶ δυσιάτου διαθέσεως γίνεται, τὰ δ’ οὔ.
καὶ τῶν σπουδαίων δὲ ἄλλους ἄλλων προτρεπτικωτέρους γίγνεσθαι καὶ πειστικωτέρους, ἔτι δὲ καὶ ἀγχινουστέρους, κατὰ τὰ μέσα τὰ ἐμπεριλαμβανόμενα τῶν ἐπιτάσεων συμβαινουσῶν.
[530] [709] Ut enim qui demersi sunt in aqua, nihilo magis respirare possunt, si non longe absunt a summo, ut iam iamque possint emergere, quam si etiamtum essent in profundo: nec catulus ille, qui iam appropinquat, ut videat, plus cernit, quam is qui modo est natus: item qui processit aliquantum ad virtutis habitum nihilo minus in miseria est quam ille, qui nihil processit - - Sed quamquam negant nec virtutes nec vitia crescere, tamen utrumque eorum fundi quodam modo et quasi dilatari putant.
[531] [710] Peccata paria. - Quonam modo? - - Ut, inquit, in fidibus pluribus, si nulla earum ita contenta nervis sit, ut concentum servare possit, omnes aeque incontentae sint, sic peccata quia discrepant, aeque discrepant; paria sunt igitur.
[711] Ut enim, inquit, gubernator aeque peccat, si palearum navem evertit et si auri, item aeque peccat, qui parentem et qui servum iniuria verberat.
[712] Quoniam, inquiunt, omne peccatum imbecillitatis et inconstantiae est, haec autem vitia in omnibus stultis aeque magna sunt, necesse est paria esse peccata.
[532] [713] Omnium insipientiam, iniustitiam, alia vitia similia esse, omniaque peccata esse paria, eosque qui natura doctrinaque longe ad virtutem processissent, nisi eam plane consecuti essent, summe esse miseros, neque inter eorum vitam et improbissimorum quicquam omnino interesse.
[533] [714] Negat interesse quicquam, utrum quis in matrona an in ancilla an etiam in adultera delinquat, secutus opinionem Stoicorum, qui omnia peccata paria esse dicunt; neque enim rei admissae quantitatem, sed admittentis voluntatem spectant.
[534] [715] Stoicorum sectator - qui non dant virtutem nisi perfectae philosophiae. Peripatetici et alii et non perfectis honorem derelinquunt.
[535] [716] οἱ δὲ μὴ τιθέμενοι τὰ δόγματα πρὸς τοῖς πράγμασιν ἀλλὰ τὰ πράγματα πρὸς τὰς ἑαυτῶν ὑποθέσεις ὁμολογεῖν μὴ πεφυκότα καταβιαζόμενοι πολλῶν ἀποριῶν ἐμπεπλήκασι τὴν φιλοσοφίαν, μεγίστης δὲ τῆς εἰς μίαν ὁμοῦ κακίαν πάντας ἀνθρώπους πλὴν ἑνὸς τοῦ τελείου τιθεμένης, ὑφ’ ἧς αἴνιγμα γέγονεν ἡ λεγομένη προκοπή, μικρὸν ἀπολείπουσα ἀφροσύνης ἐσχάτης, τοὺς δὲ μὴ πάντων ἅμα παθῶν καὶ νοσημάτων ἀφειμένους ὑπ’ αὐτῆς ἔτι τοῖς μηδενὸς ἀπηλλαγμένοις τῶν κακίστων ὁμοίως παρέχουσα κακοδαιμονοῦντας· οὗτοι μὲν οὖν ἑαυτοὺς ἐλέγχουσιν, ἐν μὲν ταῖς σχολαῖς ἴσην ἀδικίαν τὴν Ἀριστείδου τῇ Φαλάριδος τιθέμενοι, καὶ δειλίαν τὴν Βρασίδου τῇ Δόλωνος καὶ νὴ Δία τῆς Μελήτου μηδ’ ὁτιοῦν τὴν Πλάτωνος ἀγνωμοσύνην διαφέρουσαν, ἐν δὲ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐκείνους μὲν ἐκτρεπόμενοι καὶ φεύγοντες ὡς ἀμειλίκτους, τούτοις δ’ ὡς ἀξίοις πολλοῦ τὰ μέγιστα καὶ χρώμενοι καὶ πιστεύοντες.
[536] [717] ἀρέσκει δὲ αὐτοῖς μηδὲν μέσον εἶναι ἀρετῆς καὶ κακίας, τῶν Περιπατητικῶν μεταξὺ ἀρετῆς καὶ κακίας εἶναι λεγόντων τὴν προκοπήν· ὡς γὰρ δεῖν φασιν ἢ ὀρθὸν εἶναι ξύλον ἢ στρεβλόν, οὕτως ἢ δίκαιον ἢ ἄδικον, οὔτε δὲ δικαιότερον οὔτε ἀδικώτερον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
[537] [718] Ὅτι δικαιοσύνης τε καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἔστι τις ἕξις μεταξὺ ἢν μέσην ἕξιν λέγομεν. εἰ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία διαθέσεις κατ’ αὐτούς, αἱ δὲ διαθέσεις ἀναπόβλητοι, οὔτ’ ἂν ἐξ ἀδίκου γίνοιτό τις δίκαιος, οὔτε ἐκ δικαίου ἄδικος. - - [719] εἰ δὲ λέγοιεν τὰς κακίας μὴ εἶναι διαθέσεις μηδ’ ἀναποβλήτους, ἀλλὰ μεταβάλλειν τινὰς μηδὲν κωλύειν ἐξ ἀδικίας εἰς δικαιοσύνην καὶ ὅλως ἐκ κακίας εἰς ἀρετήν, ἀλλ’ εἴς γε τὴν κακίαν πόθεν μεταβάλλουσιν;
[720] εἰ δὲ λέγοιεν μηδέπω τοὺς παῖδας λογικοὺς εἶναι, διὸ μηδὲ δικαίους μηδὲ ἀδίκους (λογικοῦ γὰρ αἱ ἕξεις αὗται, εἰ δ’ αὗται λογικοῦ καὶ ἡ μέση, διὸ ὁ παῖς ἄλογος ὢν οὔτ’ ἐν ἀρετῇ ἐστιν οὔτ’ ἐν κακίᾳ οὔτ’ ἐν τῷ μεταξὺ τούτων, ὥσπερ οὐδ’ ἄλλο τι τῶν ἀλόγων) μεταβάλλοντας δ’ εἰς τὸ λογικὸν εὐθὺς εἶναι κακούς, ἀλλ’ οὐ γίνεσθαι, ὁμολογοῖεν ἂν διὰ τούτων etc.
[538] [721] τρίτον δὲ ἐροῦσιν ὅτι τῶν μέσων ἐστὶ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά, καὶ οὔτε ἀστεῖον οὔτε φαῦλον· λεκτέον δὲ πρὸς τοῦτο ὅτι εἰ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ μέσον ἐστί, καὶ τὸ ἐναντίον αὐτῷ μέσον ἐστί etc.
[539] [722] Ναί, φασίν, ἀλλὰ ὥσπερ ὁ πῆχυν ἀπέχων ἐν θαλάττῃ τῆς ἐπιφανείας, οὐδδὲν ἧττον πνίγεται τοῦ καταδεδυκότος ὀργυιὰς πεντακοσίας, οὕτως οὐδὲ οἱ πελάζοντες ἀρετῇ τῶν μακρὰν ὄντων ἧττόν εἰσιν ἐν κακίᾳ· καὶ καθάπερ οἱ τυφλοὶ τυφλοί εἰσι, κἂν ὀλίγον ὕστερον ἀναβλέπειν μέλλωσιν, οὕτως οἱ προκόπτοντες, ἄχρις οὗ τὴν ἀρετὴν ἀναλάβωσιν, ἀνόητοι καὶ μοχθηροὶ διαμένουσιν (fragmentum incertum, pulo, ex libro ethico Chrysippi).
[723] οὕτως ἐν τῷ φιλοσοφεῖν οὔτε προκοπὴν οὔτε τινὰ προκοπῆς αἴσθησιν ὑποληπτέον, εἰ μηδὲν ἡ ψυχὴ μεθίησι μηδ’ ἀποκαθαίρεται τῆς ἀβελτερίας, ἄχρι δὲ τοῦ λαβεῖν ἄκρατον τὸ ἀγαθὸν καὶ τέλειον ἀκράτῳ τῷ κακῷ χρῆται. Καὶ γὰρ ἀκαρεῖ χρόνου καὶ ὥρας ἐκ τῆς ὡς ἔνι μάλιστα φαυλότητος εἰς οὐκ ἔχουσαν ὑπερβολὴν ἀρετῆς διάθεσιν μεταβαλὼν ὁ σοφός, ἧς οὐδ’ ἐν χρόνῳ πολλῷ μέρος ἀφεῖλε κακίας ἅμα πᾶσαν ἐξαίφνης ἐκπέφευγε. καίτοι ἤδη τοὺς ταῦτά γε λέγοντας οἶσθα δήπου πάλιν πολλὰ παρέχοντας αὑτοῖς πράγματα καὶ μεγάλας ἀπορίας περὶ τοῦ διαλεληθότος, ὃς αὐτὸς ἑαυτὸν οὐδέπω κατείληφε γεγονὼς σοφός, ἀλλ’ ἀγνοεῖ καὶ ἀμφιδοξεῖ τῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν καθάπερ πορείαν τῇ ἀρετῇ λαθεῖν ἀτρέμα προσμίξασαν. εἰ δέ γε ἦν τάχος τοσοῦτον τῆς μεταβολῆς καὶ μέγεθος, ὥστε τὸν πρωῒ κάκιστον ἑσπέρας γεγονέναι κράτιστον, ἢ ἂν οὕτω τινὶ συντύχῃ τὰ τῆς μεταβολῆς, καταδαρθόντα φαῦλον ἀνεγρέσθαι σοφὸν καὶ προσειπεῖν ἐκ τῆς ψυχῆς μεθεικότα τὰς χθιζὰς ἀβελτερίας καὶ ἀπάτας
“ψευδεῖς ὄνειροι, χαίρετ’· οὐδὲν ἦτ’ ἄρα,”
τίς ἂν ἀγνοήσειεν αὑτοῦ διαφορὰν ἐν αὑτῷ τοσαύτην γενομένην καὶ φρόνησιν ἀθρόον ἐκλάμψασαν;
[540] [724] Γίνεσθαι δὲ καὶ διαλεληθότα τινὰ σοφὸν νομίζουσι κατὰ τοὺς πρώτους χρόνους, οὔτε ὀρεγόμενόν τινος οὔθ’ ὅλως γινόμενον ἔν τινι τῶν ἐν τῷ βούλεσθαι εἰδικῶν ὄντων, διὰ τὸ μὴ κρίνοντι αὐτῷ παρεῖναι ὧν χρή. Οὐ μόνον δ’ ἐπὶ τῆς φρονήσεως ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τὰς τοιαύτας ἔσεσθαι διαλήψεις.
[541] [725] Οἱ δὲ μὴ τούτων (scil. μελέτης συνεχοῦς καὶ γυμνασμάτων) τυγχάνοντες παρὰ τοῖς φιλοσόφοις διαλεληθότες λέγονται εἶναι σοφοί. Τοὺς γὰρ ἄχρι σοφίας ἄκρας ἐληλακότας καὶ τῶν ὅρων αὐτῆς ἄρτι πρῶτον ἁψαμένους, ἀμήχανον εἰδέναι φασὶ τὴν ἑαυτῶν τελείωσιν. Μὴ γὰρ κατὰ τὸν αὐτὸν χρόνον ἄμφω συνίστασθαι, τήν τε πρὸς τὸ πέρας ἄφιξιν καὶ τὴν τῆς ἀφίξεως κατάληψιν· ἀλλ’ εἶναι μεθόριον ἄγνοιαν, οὐ τὴν μακρὰν ἀπεληλαμένην ἐπιστήμης, ἀλλὰ τὴν ἐγγὺς καὶ ἀγχίθυρον αὐτῇ.
[542] [726] ἔτι παρὰ τὴν ἔννοιάν ἐστιν ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, μὴ δεῖσθαι δὲ τούτου τὸν ἐπ’ ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου· πολλάκις δὲ μηδὲ τὸν δάκτυλον προτεῖναι ταύτης γ’ ἕνεκα τῆς ἀσφαλείας καὶ βεβαιότητος, ἣν τέλειον ἀγαθὸν καὶ μέγα νομίζουσιν.
[543] [727] Ὀρθῶς οἱ ἀπὸ τῆς Στοᾶς λέγειν εἰώθασιν, ὡς ὁ μὲν ἀπαίδευτος ἄλλους αἰτιᾶται καὶ οὐχ ἑαυτὸν τῆς αὐτοῦ κακοδαιμονίας· ὁ δὲ προκόπτων εἰς αὑτὸν ἀναφέρει τὴν αἰτίαν ὧν ποιεῖ πάντων ἢ λέγει κακῶς· ὁ δὲ πεπαιδευμένος οὔτε ἑαυτὸν οὔτε ἄλλους αἰτιᾶται τῶν οἰκείων παροραμάτων. Οὐδὲ γὰρ αὐτὸς παρορᾷ τῶν δεόντων οὐδὲν ἀλλ’ ἔστιν αὐτὸς τῆς τοῦ καθήκοντος εὑρέσεως ἀρχηγός.