Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 3. De civitate

§ 3. De civitate

[327] [428] λέγουσι γὰρ καὶ οἱ Στωϊκοὶ τὸν μὲν οὐρανὸν κυρίως πόλιν· τὰ δὲ ἐπὶ γῆς ἐνταῦθα οὐκέτι πόλεις. λέγεσθαι μὲν γάρ, οὐκ εἶναι δέ· σπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ δῆμος ἀστεῖόν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον.

[328] [429] Λέγουσι δὲ καὶ φυγάδα πάντα φαῦλον εἶναι καθ’ ὅσον στέρεται νόμου καὶ πολιτείας κατὰ φύσιν ἐπιβαλλούσης. Τὸν γὰρ νόμον εἶναι, καθάπερ εἴπομεν, σπουδαῖον, ὁμοίως δὲ καὶ τὴν πόλιν. Ἱκανῶς δὲ καὶ Κλεάνθης περὶ τὸ σπουδαῖον εἶναι τὴν πόλιν λόγον ἠρώτησε τοιοῦτον· Πόλις μὲν ⟨εἰ⟩ ἔστιν οἰκητήριον κατασκεύασμα, εἰς ὃ καταφεύγοντας ἔστι δίκην δοῦναι καὶ λαβεῖν, οὐκ ἀστεῖον δὴ πόλις ἐστίν; ἀλλὰ μὴν τοιοῦτόν ἐστιν ἡ πόλις οἰκητήριον· ἀστεῖον ἄρ’ ἔστιν ἡ πόλις. Τριχῶς δὲ λεγομένης τῆς πόλεως, τῆς τε κατὰ τὸ οἰκητήριον καὶ τῆς κατὰ τὸ σύστημα τῶν ἀνθρώπων καὶ τρίτον τῆς κατ’ ἀμφότερα τούτων, κατὰ δύο σημαινόμενα λέγεσθαι τὴν πόλιν ἀστείαν, κατά τε τὸ σύστημα τῶν ἀνθρώπων καὶ κατὰ τὸ συναμφότερον διὰ ⟨τὴν εἰς⟩ τοὺς ἐνοικοῦντας ἀναφοράν.

[329] [430] τὴν πόλιν φασὶν εἶναι πλῆθος ἀνθρώπων ἐν ταὐτῷ κατοικούντων ὑπὸ νόμου διοικούμενον.

[330] [431] συνόλως γὰρ ἐνάρετος ἡ πολιτεία καὶ νόμοις οἳ μόνον τὸ καλὸν ἀγαθὸν εἰσηγοῦνται.

[331] [432] λέγεται γὰρ ἡ μὲν ἀρχὴ “νόμιμος ἀνθρώπων διοίκησις” καὶ “πρόνοια ἀνθρώπων κατὰ νόμον.”

[332] [433] ᾗ τινες - - λόγον ὀρθὸν τὸν νόμον ἔφασαν, προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον. - -

πολιτείαν - - ἡ δέ ἐστι τροφὴ ἀνθρώπων καλὴ κατὰ κοινωνίαν.

τὴν δικαστικὴν - ἐπιστήμην οὖσαν διορθωτικὴν τῶν ἁμαρτανομένων ἕνεκεν τοῦ δικαίου.

σύστοιχος δὲ αὐτῇ ἡ κολαστικὴ τοῦ κατὰ τὰς κολάσεις μέτρου ἐπιστημονική τις οὖσα. κόλασις δὲ οὖσα διόρθωσίς ἐστι ψυχῆς - -

μόνον γοῦν τὸν σοφὸν οἱ φιλόσοφοι βασιλέα, νομοθέτην, στρατηγόν, δίκαιον, ὅσιον, θεοφιλῆ κηρύττουσιν. - -

καθάπερ οὖν τὴν ποιμενικὴν τῶν προβάτων προνοεῖν φαμέν - - οὕτω γε καὶ τὴν νομοθετικὴν τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροῦσαν, ἐπιστατικὴν καὶ κηδεμονικὴν οὖσαν τῆς ἀνθρώπων ἀγέλης.