Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 3. De selectione

§ 3. De selectione

[190] [245] (commemoratis Herilli et Aristonis sententiis) quid autem apertius quam, si selectio nulla sit ab iis rebus, quae contra naturam sint, earum rerum, quae sint secundum naturam, ⟨fore ut⟩ tollatur omnis - prudentia.

[191] [246] Διὰ τοῦτο καλῶς ὁ Χρύσιππος λέγει ὅτι “Μέχρις ἂν ἄδηλά μοι ᾖ τὰ ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν· αὐτὸς γάρ μ’ ὁ θεὸς τοιούτων ἐκλεκτικὸν ἐποίησεν. Εἰ δέ γε ᾔδειν ὅτι νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπ’ αὐτό. Καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι.”

[192] [247] λέγουσι γὰρ “εἶναί τινα προηγμένα τῷ σοφῷ καὶ ἀξίαν ἔχοντα καὶ οἰκεῖά τινα καὶ ἐπισπαστικά,” ἀλλὰ καὶ “δίχα κειμένων ἀρετῆς τε σὺν τούτοις καὶ ἀρετῆς μόνης, μηδέποτ’ ἂν τὸν σοφὸν τὴν κεχωρισμένην ἑλέσθαι, εἰ εἴη αὐτῷ δυνατὸν τὴν μετὰ τῶν ἄλλων λαβεῖν” εἰ δὲ τοῦτο, δῆλον ὡς χρείαν ὁ σοφὸς ἕξει τούτων.

[193] [248] εἰ γὰρ ἀδιάφορος ἡ κτῆσις τῶν ἐκλεγομένων καὶ μὴ συντείνουσα πρὸς τὸ τέλος, κενὴ ἂν εἴη καὶ ματαία ἡ ἐκλογή.

[194] [249] ἔτι εἰ ὑπὸ ἐκλογὴν πίπτει ταῦτα τῇ ἀρετῇ κατ’ αὐτοὺς καὶ ἡ φύσις τῆς τούτων ἐκλογῆς ἕνεκεν, οἰκείων ὄντων ἡμῖν, τὴν ἀρετὴν παραλαμβάνει, τῶν δὲ τούτοις ἀντικειμένων ἀποικονομίας, ἆρα ἐκλέγεσθαι μὲν δεῖ τὰ σωματικὰ καὶ ἐκτὸς ἀγαθά, οὐχὶ δὲ καὶ ἐπιμελεῖσθαι αὐτῶν;

[250] τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καὶ αὐτοί φασιν τῆς ἀρετῆς ἕνεκα εἶναι, ὅπως ἐκλέγηται αὐτὰ καὶ περιποιῆται.

[195] [251] εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν ἀγαθὰ μή ἐστιν, ἡ δ’ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρ’ ἑαυτὸν ποιεῖν ἕκαστον ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπ’ ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν· οὐ γὰρ οἷόν τε μὴ στοχαζομένους μηδ’ ἐφιεμένους τοῦ τυχεῖν ἐκείνων τὸ τέλος ἔχειν, ἄλλο ⟨ὂν⟩ τῶν ἐφ’ ἃ δεῖ ἐκεῖνα ἀναφέρεσθαι, τὴν τούτων ἐκλογὴν καὶ μὴ ταῦτα· τέλος μὲν γὰρ τὸ ἐκλέγεσθαι καὶ λαμβάνειν ἐκεῖνα φρονίμως· ἐκεῖνα δ’ αὐτὰ καὶ τὸ τυγχάνειν αὐτῶν οὐ τέλος, ἀλλ’ ὥσπερ ὕλη τις ὑπόκειται τὴν ἐκλεκτικὴν ἀξίαν ἔχουσα· τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν καὶ γράφειν αὐτούς, ἐνδεικνυμένους τὴν διαφοράν.

[196] [252] Quis dubitat sapientem ab insipiente vel praecipue consilio et dilectu rerum et opinione discerni? Ut si sit optio atque electio divitiarum atque egestatis, quamquam utraque et malitia et virtute careant, tamen electionem laude et culpa non carere. Proprium namque sapientis officium est recte eligere, neque perperam vel postponere vel anteferre. Si me interroges, concupiscamne bonam valetudinem, abnuam equidem, si sim philosophus; nihil est enim fas concupiscere sapienti aut adpetere, quod fors fuat an frustra concupiscat; nec quidquam quod in manu fortunae situm videat concupiscet. Tamen si necessario sit altera res eligenda, Achillei potius pernicitatem eligam quam debilitatem Philoctetae.