Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 2. Quomodo virtus existat in homine

§ 2. Quomodo virtus existat in homine

[214] [276] Ἀριστοτέλης δὲ φύσει καὶ ἔθει καὶ λόγῳ· ἀμέλει καὶ οἱ Στωϊκοί· τέχνη γὰρ ἡ ἀρετή. πᾶσα δὲ τέχνη σύστημα ἐκ θεωρημάτων συγγεγυμνασμένων· καὶ κατὰ μὲν τὰ θεωρήματα ὁ λόγος· κατὰ δὲ τὴν συγγυμνασίαν τὸ ἔθος· φύσει δὲ πάντες πρὸς ἀρετὴν γεννώμεθα, καθ’ ὅσον ἀφορμὰς ἔχομεν etc.

[215] [277] εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις, ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστιν etc. Καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες· εἰ δὲ μὴ δύνανται ποιεῖν ἀγαθούς, οὐδ’ ὠφελεῖν δύνανται, μηδενός γε τῶν ἄλλων ὄντος ἀγαθοῦ μηδ’ ὠφελίμου, τὸ δὲ τοὺς ἄλλως γενομένους ἀγαθοὺς κρίνειν κατ’ ἀρετὴν ἢ ἰσχὺν οὐδέν ἐστι· καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ κρίνουσι κατ’ ἀρετὴν καὶ ἰσχύν· ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων.

[216] [278] Si autem virtus (ut ab his rectissime dicitur) capessenda est, quia constet ad eam nasci hominem etc.

[217] [279] καὶ γὰρ οἱ ἀπὸ τῆς Στοᾶς πρὸς μὲν τὰς τέχνας ἐπιτηδειότητα μόνην ἀπέλιπον τὴν ἁπλῶς οὑτωσὶ θεωρουμένην, πρὸς δὲ τὰς ἀρετὰς τὴν ἀξιόλογον προκοπὴν ἐκ φύσεως προϋπάρχειν ἀπεφήναντο, ἣν καὶ οἱ ἀπὸ τοῦ Περιπάτου φυσικὴν ἀρετὴν ἐκάλουν.

[218] [280] οὐδὲ γὰρ τὰς κοινὰς ἐννοίας περὶ καλῶν καὶ αἰσχρῶν καὶ δικαίων ⟨καὶ ἀδίκων⟩ εὕροι τις ἂν πάντως ἀπολωλεκότας.

[219] [281] dociles natura nos edidit et rationem dedit imperfectam, sed quae perfici posset.

[220] [282] ipsam per se naturam longius progredi, quae etiam nullo docente, profecta ab iis, quorum ex prima et inchoata intelligentia genera cognovit, confirmat ipsa per se rationem et perficit.

[221] [283] τὴν δὲ μεταστροφὴν τὴν ἐπὶ τὰ θεῖα οἱ μὲν Στωϊκοὶ ἐκ μεταβολῆς φασὶ γίνεσθαι, μεταβαλλούσης τῆς ψυχῆς εἰς σοφίαν.

[222] [284] πρῶτος μὲν γὰρ ἀριθμὸς καθ’ ὃν οὔτε ἀγαθῶν οὔτε κακῶν ἔννοιαν λαβεῖν ἔστιν, ἀτυπώτου τῆς ψυχῆς ὑπαρχούσης, δεύτερος δὲ καθ’ ὃν φορᾷ τῶν ἁμαρτημάτων χρώμεθα, τρίτος δ’ ἐν ᾧ θεραπευόμεθα, τὰ νοσερὰ διωθούμενοι καὶ τὴν ἀκμὴν τῶν παθῶν ἀφηβῶντες, τέταρτος δὲ ἐν ᾧ παντελοῦς ὑγιείας καὶ ῥώσεως μεταποιούμεθα, ὁπότε ἀποστρεφόμενοι τὰ φαῦλα τοῖς καλοῖς ἐγχειρεῖν δοκοῦμεν, πρότερον δὲ οὐκ ἔξεστι.

[223] [285] διδακτήν τε εἶναι αὐτὴν (λέγω δὲ τὴν ἀρετὴν) καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Τέλους φησί - - - ὅτι δὲ διδακτή ἐστι δῆλον ἐκ τοῦ γίνεσθαι ἀγαθοὺς ἐκ φαύλων.

[224] [286] οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες οὔτε γενομένοις ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν φυσικῶς ὕστερον ἐπιγίγνεται· ἐπεὶ οὐδ’ ἂν ἦν ἔθ’ ἑκούσιον οὐδὲ ἐπαινετόν· οὐδὲ μὴν ἐκ τῆς τῶν συμβάντων [καὶ] ἐπιγενομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή· σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίγνεται τὸν τρόπον· οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν ἢ τῶν περὶ τὸ σῶμα θεραπευτικῶν ἡ γνῶσις περιγίγνεται· ἀλλ’ οὐδ’ ἐκ παιδείας τῆς ἐγκυκλίου etc.

[225] [287] οὐ γὰρ φύσει, μαθήσει δὲ οἱ καλοὶ κἀγαθοὶ γίνονται, καθάπερ ἰατροὶ καὶ κυβερνῆται.

paulo post: τὸ δ’ ἄλλους παρ’ ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων παρὰ τοὺς ἑτέρους ἐνδείκνυται· τελειότητα δὲ κατ’ ἀρετὴν οὐδ’ ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλοκἀγαθίας ἤνυσαν· καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί. Φύσει δ’ αὖ κοινωνικοὺς καὶ δικαίους ὁ θεὸς ἡμᾶς ἐδημιούργησεν, ὅθεν οὐδὲ τὸ δίκαιον ἐκ μόνης φαίνεσθαι τῆς θέσεως ῥητέον· ἐκ δὲ τῆς ἐντολῆς ἀναζωπυρεῖσθαι τὸ τῆς δημιουργίας ἀγαθὸν νοητέον, μαθήσει παιδευθείσης τῆς ψυχῆς ἐθέλειν αἱρεῖσθαι τὸ κάλλιστον.

[226] [288] Ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ Διὸς “αὔξεσθαι τὰς ἀρετὰς καὶ διαβαίνειν” ἀφίημι, μὴ δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ Χρυσίππου δάκνοντος.

[227] [289] οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἑκάστῃ γὰρ συμβέβηκεν εἶναι καὶ ἀρχὴν καὶ τέλος, ἀρχὴν μὲν ὅτι οὐκ ἐξ ἑτέρας δυνάμεως, ἀλλ’ ἐξ ἑαυτῆς φύεται· τέλος δὲ ὅτι πρὸς αὐτὴν ὁ κατὰ φύσιν βίος σπεύδει.