§ 2. De vita aulica
[690] [905] Καὶ βασιλεύσειν τέ ποτε τὸν νοῦν ⟨ἔχοντα⟩ καὶ βασιλεῖ συμβιώσεσθαι καὶ εὐφυΐαν ἐμφαίνοντι καὶ φιλομάθειαν. ἔφαμεν δ’ ὅτι καὶ πολιτεύεσθαι κατὰ τὸν προηγούμενον λόγον οἷόν ἐστι, μὴ πολιτεύεσθαι δὲ ἐάν τι ⟨κωλύῃ⟩ καὶ μάλιστ’ ⟨ἂν⟩ μηδὲν ὠφελεῖν μέλλῃ τὴν πατρίδα, κινδύνους δὲ παρακολουθεῖν ὑπολαμβάνῃ μεγάλους καὶ χαλεποὺς ἐκ τῆς πολιτείας.
[691] [906] ἀλλ’ αὐτὸς ὁ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Βίων “βασιλείαν τε τὸν σοφὸν ἑκουσίως ἀναδέχεσθαι, λέγει, χρηματιζόμενον ἀπ’ αὐτῆς· κἂν αὐτὸς βασιλεύειν μὴ δύνηται, συμβιώσεται βασιλεῖ καὶ στρατεύσεται μετὰ βασιλέως, οἷος ἦν Ἰδάνθυρσος ὁ Σκύθης ἢ Λεύκων ὁ Ποντικός.” Παραθήσομαι δὲ καὶ ταύτην αὐτοῦ τὴν διάλεκτον etc. - -
“Ὅτι γάρ, φησί, καὶ στρατεύσεται μετὰ δυναστῶν καὶ βιώσεται, πάλιν ἐπισκεψώμεθα τούτων ἐχόμενοι, τινῶν μὲν οὐδὲ ταῦτα ὑπονοούντων διὰ τοὺς ὁμοίους ὑπολογισμούς, ἡμῶν δὲ καὶ ταῦτα ἀπολειπόντων, διὰ τοὺς παραπλησίους λόγους. ”καὶ μετὰ μικρόν· “Οὐ μόνον δὲ μετὰ τῶν προκεκοφότων ἐπὶ ποσὸν καὶ ἐν ἀγωγαῖς καὶ ἐν ἔθεσι ποιοῖς γεγονότων, οἷον παρὰ Λεύκωνι καὶ Ἰδανθύρσῳ.”
[907] ὁ δὲ Χρύσιππος ἕνεκα χρηματισμοῦ τὸν σοφὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον ὠθεῖ καὶ τὴν Σκυθῶν ἐρημίαν.
[908] Ἆρ’ οὖν ὁμοίως ὑγιείας ἐπιλειπούσης, αἰσθητηρίου καμόντος, οὐσίας ἀπολλυμένης ἀφρόντιστός ἐστι καὶ πρὸς αὑτὸν οὐδὲν ἡγούμενος τούτων ὁ σοφός; ἢ “νοσῶν μὲν ἰατροῖς τελεῖ μισθούς, χρημάτων δ’ ἕνεκα πρὸς Λεύκωνα πλεῖ τὸν ἐν Βοσπόρῳ δυνάστην, καὶ πρὸς Ἰδάνθυρσον ἀποδημεῖ τὸν Σκύθην”; ὥς φησι Χρύσιππος, “τῶν δ’ αἰσθήσεων ἔστιν ἃς ἀποβαλὼν οὐδὲ ζῆν ὑπομένει”;
[692] [909] Οἱ μέντοι πρὸ ἡμῶν - - ὑπελαμβάνοντο παρὰ τοῖς Ἕλλησιν ὁποίους Ὅμηρός φησιν. ὅρα δὲ ἃ λέγει Ἡρόδοτος - - ὅρα δὲ καὶ ἃ λέγει Χρύσιππος περὶ τῶν τοῦ Βοσπόρου βασιλέων τῶν περὶ Λεύκωνα.
[693] [910] Ὅτι γὰρ ἐργασίας ἕνεκα καὶ χρηματισμοῦ ταῦτα ποιεῖ (reges et principes comitatur), καὶ προδεδήλωκε (antecedunt duo primi libri fragmenta) “τρεῖς ὑποθέμενος ἁρμόζοντας μάλιστα τῷ σοφῷ χρηματισμούς, τὸν ἀπὸ βασιλείας καὶ τὸν ἀπὸ φίλων καὶ τρίτον ἐπὶ τούτοις τὸν ἀπὸ σοφιστείας.”
[911] Καὶ τὸν μὲν σοφὸν ἐν τοῖς περὶ Βίων καὶ βασιλεῦσι συνέσεσθαί φησιν ἕνεκα χρηματισμοῦ, καὶ σοφιστεύσειν ἐπ’ ἀργυρίῳ, παρ’ ὧν μὲν προλαμβάνοντα, πρὸς οὓς δὲ συντιθέμενον τῶν μαθητῶν.